- 문장 내 검색

헬라어 문장 내 검색 Language

τί οὖν, ὦ μεγίστη σὺ γλῶττα τῶν Ἑλληνίδων, ἔφη Κρατῖνος, ποιῶν ἔσθ ὅ τι κωλύει καὶ ὕπαρ γιγνώσκειν τὰ βέλτιστα ἄνευ τέχνης καὶ συμβουλεύειν ἑτέροις ἔχειν, εἴπερ γε καὶ τὰ ὀνείρατα ποιεῖ καὶ ἑτέροις ἔχειν συμβουλεύειν·?
(아리스티데스, 아일리오스, 연설, Πρὸς Πλάτωνα περὶ ῥητορικῆς 18:6)
κἀπὸ τῶν ἐγγλωττογαστόρων ἐκείνων τῶν Φιλίππων πανταχοῦ τῆς Ἀττικῆς ἡ γλῶττα χωρὶς τέμνεται.
(아리스토파네스, Birds, Lyric-Scene, antistrohe 13)
γλῶττα χωρὶς τέμνεται.
(아리스토파네스, Peace, Lyric-Scene, iambics31)
γλῶττα τῷ κήρυκι τούτων τέμνεται.
(아리스토파네스, Plutus, Episode11)
μέμνησο τοίνυν ταῦθ, ὅτι ἡ φρὴν ὤμοσεν, ἡ γλῶττα δ οὐκ ὀμώμοκ:
(아리스토파네스, Thesmophoriazusae, Prologue, iambics 3:10)
εἰ δὲ ὀφθαλμοὶ καὶ ὦτα καὶ γλῶττα καὶ χεῖρες ἀνθρώπῳ τοῦ παντὸς ἄξια οὐ μόνον πρὸς τὸ ἥδεσθαι ζῶντα, ἀλλὰ δύνασθαι ζῆν, τούτων οὐκ ἔλαττον, ἀλλὰ καὶ μᾶλλον φίλοι χρήσιμοι.
(디오, 크리소토모스, 연설, περὶ ΒΑΣΙΛΕΙΑΣ γ. 120:1)
πρὸς γοῦν αὐτοῦ καὶ τῶν ἔργων, ἃ δι ἐκεῖνον ἡμῖν ἤδη πέπρακται, μὴ καταφρονήσητε τῶν λεγομένων εἰς ἐμὲ τὸν λέγοντα ἀφορῶντες μηδ ὅτι γλῶττα ἀνθρωπίνη πρὸς ὑμᾶς λέγει:
(플라비우스 요세푸스, Antiquitates Judaicae, Book 3 108:1)
ἐπεποίητο δὲ αὐτοῖς πάλαι καὶ κατεσκεύαστο κεφαλὴ δράκοντος ὀθονίνη ἀνθρωπόμορφόν τι ἐπιφαίνουσα, κατάγραφος, πάνυ εἰκασμένη, ὑπὸ θριξὶν ἱππείαις ἀνοίγουσά τε καὶ αὖθις ἐπικλείουσα τὸ στόμα, καὶ γλῶττα οἱά δράκοντος διττὴ μέλαινα προέκυπτεν, ὑπὸ τριχῶν καὶ αὐτὴ ἑλκομένη.
(루키아노스, Alexander, (no name) 12:2)
μέμνημαι γοῦν, ἔφη, καὶ κωμικῶν τινων ἰαμβείων παρ ὑμῶν μαθών, τοῖς γὰρ λάλοις ἐξ ἄκρου ἡ γλῶττα πᾶσὶν ἐστι τετρυπημένη.
(루키아노스, Hercules, Προλαλία. Ἡρακλῆς 5:3)
ἀλλὰ νῦν, ὦ τέκνον, οὐκ οἶδα εἴτε ὑπὸ τοῦ μεγέθους τῶν ἐφεστώτων δεινῶν εἴτε καὶ ὑπὸ τοῦ πλήθους τῶν παρόντων - πολυθεωτάτη γάρ, ὡς ὁρᾷς, ἡ ἐκκλησία - διατετάραγμαι τὴν γνώμην καὶ ὑπότρομός εἰμι καὶ ἡ γλῶττά μοι πεπεδημένη ἐοίκε:
(루키아노스, Juppiter trageodeus, (no name) 14:8)
"ἐμοὶ δὲ ἡ γλῶττά τε ἤδη λογᾷ καὶ δὴ ἀνηγόμην γε ὡς ἀρχαιολογήσων ὑμῖν καὶ κατανίψων ἀπὸ γλώττης ἅπαντας.
(루키아노스, Lexiphanes, (no name) 15:2)
ἐπειδὴ δὲ ἐπαύσατο, τοῦτο δὴ τὸ τῶν Φαιάκων πάθος ἐπεπόνθειν πολὺν γὰρ δὴ χρόνον ἐς αὐτὸν ἀπέβλεπον κεκηλημένος εἶτα πολλῇ συγχύσει καὶ ἰλίγγῳ κατειλημμένος τοῦτο μὲν ἱδρῶτι κατερρεόμην, τοῦτο δὲ φθέγξασθαι βουλόμενος ἐξέπιπτόν τε καὶ ἀνεκοπτόμην, καὶ ἥ τε φωνὴ ἐξέλειπε καὶ ἡ γλῶττα διημάρτανε, καί τέλος ἐδάκρυον ἀπορούμενος:
(루키아노스, Nigrinus, Nigrinou Fiaosofia 35:3)
πρὸς θεῶν, ἢν λέγῃ ταῦτα ἡ γλῶττα, ἰδίαν αὐτὴ φωνὴν λαβοῦσα καὶ τὸν πώγωνα συνήγορον ἐπικαλεσαμένη, τί ἂν ἀποκρίναιο αὐτῇ ·
(루키아노스, Pseudologista, (no name) 23:1)
"καὶ αὐτὸ δέ σοι τὸ στόμα πρὸς ἅπαντα ὁμοίως κεχηνέτω, καὶ ἡ γλῶττα ὑπηρετείτω καὶ πρὸς τοὺς λόγους καὶ πρὸς τὰ ἄλλα ὁπόσα ἂν δύνηται.
(루키아노스, Rhetorum praeceptor, (no name) 13:74)
" ὅτι δὲ ὀλισθάνει μάλιστα ἐν τῷ λάβδα ἡ γλῶττα κατιδών, ἀφομοιῶν ὠνόμασε τά τε "λεῖα" καὶ αὐτὸ τὸ "ὀλισθάνειν" καὶ τὸ "λιπαρὸν" καὶ τὸ "κολλῶδες" καὶ τἆλλα πάντα τὰ τοιαῦτα.
(플라톤, Cratylus, Theaetetus, Sophist, Statesman, Κρατύλος? 265:1)

SEARCH

MENU NAVIGATION