- 문장 내 검색

헬라어 문장 내 검색 Language

πεπέρακεν μὲν ὁ περσέπτολις ἤδη βασίλειος στρατὸς εἰς ἀν- τίπορον γείτονα χώραν, λινοδέσμῳ σχεδίᾳ πορθ- μὸν ἀμείψας Ἀθαμαντίδος Ἕλλας, πολύγομφον ὅδισμα ζυγὸν ἀμφιβαλὼν αὐχένι πόντου.?
(아이스킬로스, 페르시아인들, choral, strophe 11)
Ἐκραγείσης δὲ τῆς ἀποστάσεως ἅπαντα, ὅσα τοῖς Ἀσκλαίοις ἔθνη γείτονα ἦν, συνεξέφαινε τὴν παρασκευήν, Μάρσοι τε καὶ Παιλιγνοὶ καὶ Οὐηστῖνοι καὶ Μαρρουκῖνοι καὶ ἐπὶ τούτοις Πικεντῖνοι καὶ Φρεντανοὶ καὶ Ἱρπῖνοι καὶ Πομπηιανοὶ καὶ Οὐενούσιοι καὶ Ιἄπυγες, Λευκανοί τε καὶ Σαυνῖται, χαλεπὰ Ῥωμαίοις καὶ πρὶν ἔθνη γενόμενα, ὅσα τε ἄλλα ἀπὸ Λίριος ποταμοῦ, ὃν νῦν μοι δοκοῦσι Λίτερνον ἡγεῖσθαι, ἐπὶ τὸν μυχόν ἐστι τοῦ Ιὀνίου κόλπου πεζεύοντι καὶ περιπλέοντι.
(아피아노스, The Civil Wars, book 1, chapter 5 6:1)
" Ὁ μὲν δὴ ταύτην ἔδωκεν ἀμοιβὴν ἀποθνῄσκων φιλανθρωπίας, Ῥοῦφος δὲ ἔχων συνοικίαν περικαλλῆ, γείτονα Φουλβίας τῆς γυναικὸς Ἀντωνίου, πάλαι μὲν ἀξιούσῃ τῇ Φουλβίᾳ πρίασθαι τὴν οἰκίαν οὐ συνεχώρει, τότε δὲ καὶ δωρούμενος προεγράφη.
(아피아노스, The Civil Wars, book 4, chapter 4 12:9)
εἰσὶ γὰρ οἳ καὶ τόδε νομίζουσιν, αὐτὸν ἐς Ῥωμαίων σωφρονισμὸν ἐθελῆσαι γείτονα καὶ ἀντίπαλον αὐτοῖς φόβον ἐς ἀεὶ καταλιπεῖν, ἵνα μή ποτε ἐξυβρίσειαν ἐν μεγέθει τύχης καὶ ἀμεριμνία.
(아피아노스, The Foreign Wars, chapter 9 11:5)
οὐ γὰρ ἀλλοτρίας πράξεις ὁ Σεβαστός, ἀλλὰ τὰς ἑαυτοῦ συνέγραφεν, ὡς δ ἀποστάντας ἐς τοὺς φόρους ἐπανήγαγε, καὶ ἑτέρους ὡς ἀρχῆθεν ἔτι ὄντας αὐτονόμους εἷλε, καὶ πάντας ἐκρατύνατο ὅσοι τὰς κορυφὰς οἰκοῦσι τῶν Ἄλπεων, βάρβαρα καὶ μάχιμα ἔθνη, καὶ κλοπεύοντα τὴν Ἰταλίαν ὡς γείτονα.
(아피아노스, The Foreign Wars, chapter 3 4:3)
τὸν οὖν Πομπήιον ἐπὶ τῇ ἱστορίᾳ ἀνιόντα οἱ μὲν ἄλλοι παρέπεμπον, ὅσα ἔθνη γείτονα:
(아피아노스, The Foreign Wars, chapter 15 7:5)
ἀλλὰ φέρε τὴν γείτονα τήνδ ἐκκαλέσωμαι θρυγονῶσα τὴν θύραν.
(아리스토파네스, Ecclesiazusae, Prologue 1:21)
οὐ γὰρ ἔσθ ἥδιον ἢ τυχεῖν μὲν ἤδη σπαρμένα, τὸν θεὸν δ ἐπιψακάζειν, καὶ τιν εἰπεῖν γείτονα, εἰπέ μοι τί τηνικαῦτα δρῶμεν ὦ Κωμαρχίδη·
(아리스토파네스, Peace, Parabasis, epirrheme1)
καλῶς δ εἰς ἔργ Ἀφροδίτης πρός θ ὕπνον ἡρ´μοσται, τὸν καμάτων λιμένα, πρὸς τὴν τερπνοτάτην τε θεῶν θνητοῖς Ὑγίειαν, καὶ τὴν Εὐσεβίης γείτονα Σωφροσύνην.
(아테나이오스, The Deipnosophists, Book 10, book 10, chapter 41 2:6)
ἄγχι δὲ ναιομένην ὑπὸ δάσκιον οὔρεος ὕλην γείτονα παπταίνων ἐρατὴν θηεῖτο Θεράπνην.
(콜루토스, Rape of Helen, book 1111)
φασὶ δὲ τὸν Ἀντισθένην, ἐπειδὴ τὸν υἱὸν ἑώρα πολεμοῦντά τινα τῶν ἀγρογειτόνων πένητα καὶ βιαζόμενον ἑαυτῷ τὸ ἀγρίδιον πωλῆσαι, μέχρι μέν τινος ἐπιπλήττειν, τῆς δ ἐπιθυμίας ἐπίτασιν λαμβανούσης, φῆσαι δεῖν μὴ σπεύδειν πῶς ἄπορον ποιήσῃ τὸν γείτονα, ἀλλὰ τοὐναντίον ὅπως πλούσιος ὑπάρχῃ:
(디오도로스 시켈로스, Library, book xiii, chapter 83 11:1)
διδάσκωμεν γὰρ αὐτούς, ἔλεγεν, ὅσον τὸ διάφορον, καὶ ὡς εἷς μὲν ἕκαστος τῶν πενήτων γῄδιον οὐ μέγα λαβὼν καὶ εἰ τύχοι γείτονας ὀχληροὺς ἔχων οὔτ αὐτὸς ἱκανὸς ἔσται τοῦτο γεωργεῖν δι ἀπορίαν, οὔτε τὸν μισθωσόμενον ὅτι μὴ τὸν γείτονα εὑρήσει:
(디오니시오스, Antiquitates Romanae, Books VII-IX, book 8, chapter 73 8:1)
καὶ οὔτ οἰκέτην ἔτι αἰτιασόμεθα οὔτε γείτονα οὔτε γυναῖκα οὔτε τέκνα ὡς αἴτιά τινων κακῶν ἡμῖν γινόμενα πεπεισμένοι ὅτι, ἂν μὴ ἡμῖν δόξῃ τοιαῦτά τινα εἶναι, οὐ πράττομεν τὰ ἀκόλουθα:
(에픽테토스, Works, book 1, Περὶ φιλοστοργίας. 37:1)
τὸν αἰδήμονα, τὸν ἐγκρατῆ, τὸν κόσμιον, τὸν πολίτην, τὸν γείτονα.
(에픽테토스, Works, book 2, Πῶς ἀπὸ τῶν ὀνομάτων τὰ καθήκοντα ἔστιν εὑρίσκειν. 18:2)
ἐξ οὗ περίεστι τοῖς συστησαμένοις αὐτὸ ἐν ὀρέξει μὴ ἀποτυγχάνειν, ἐν ἐκκλίσει δὲ μὴ περιπίπτειν, ἀλύπως, ἀφόβως, ἀταράχως διεξάγειν καθ αὑτὸν μετὰ τῶν κοινωνῶν τηροῦντα τὰς σχέσεις τάς τε φυσικὰς καὶ ἐπιθέτους, τὸν υἱόν, τὸν πατέρα, τὸν ἀδελφόν, τὸν πολίτην, τὸν ἄνδρα, τὴν γυναῖκα, τὸν γείτονα, τὸν σύνοδον, τὸν ἄρχοντα, τὸν ἀρχόμενον.
(에픽테토스, Works, book 2, Πρὸς Νάσωνα.? 8:1)

SEARCH

MENU NAVIGATION