- 문장 내 검색

헬라어 문장 내 검색 Language

αἱ δὲ γαμεταὶ ἡμῶν γυναῖκες οὔκ εἰσι τοιαῦται οἱάς Εὔβουλός φησιν ἐν Στεφανοπώλισιν:?
(아테나이오스, The Deipnosophists, Book 13, book 13, chapter 6 1:1)
τοιαῦτα πολλὰ τοῦ Λαρηνσίου λέγοντος ὁ Λεωνίδης ψέγων τὸ τῆς γαμετῆς ὄνομα τὰ ἐκ τῶν Μάντεων Ἀλέξιδος προηνέγκατο ταυτὶ τῶν ἐπῶν ὦ δυστυχεῖς ἡμεῖς γαμέται πεπρακότες τὴν τοῦ βίου παρρησίαν καὶ τὴν τρυφήν, γυναιξὶ δοῦλοι ζῶμεν ἀντ ἐλευθέρων.
(아테나이오스, The Deipnosophists, Book 13, book 13, chapter 71)
οἱ δὲ τῶν στρατευομένων πατέρες τε καὶ μητέρες καὶ πᾶσα ἡ ἄλλη συγγένεια, παιδία τε καὶ γαμεταὶ γυναῖκες, ὑπήντων ἐξιοῦσιν αὐτοῖς μετὰ δακρύων περιπλεκόμενοι καὶ καταφιλοῦντες καὶ ταῖς ἡδίσταις ἕκαστον ἀνακαλούμενοι προσηγορίαις.
(디오니시오스, Antiquitates Romanae, Books VII-IX, book 7, chapter 7 2:1)
ὁσίῳ πόλεως νόμῳ γυναῖκες γαμεταὶ δεδώκατέ με.
(디오니시오스, Antiquitates Romanae, Books VII-IX, book 8, chapter 56 3:3)
οὐκ ἐμοὶ μόνῳ θυγάτηρ ἐγένετο διαφέρουσα τὴν ὄψιν ἑτέρων, ἣν ἀπὸ τοῦ φανεροῦ βιάζεσθαι καὶ προπηλακίζειν Ἄππιος ἐπεβάλετο, ἀλλὰ καὶ ὑμῶν εἰσι πολλαὶ τοῖς μὲν θυγατέρες, τοῖς δὲ γαμεταί, τοῖς δὲ νεανίαι παῖδες εὐπρεπεῖς, οὓς τί κωλύσει πρὸς ἄλλου τινὸς τῶν δέκα τυράννων ἢ πρὸς αὐτοῦ τοῦ Ἀππίου ταὐτὰ παθεῖν·
(디오니시오스, Antiquitates Romanae, Books X-XX, book 11, chapter 41 6:1)
καὶ νῦν, ἐπεί φατε πρὸς ἡμᾶς φιλοστόργως ἔχειν καὶ λυπεῖσθε μελλουσῶν ἀναχωρεῖν, οὐδ αὐταὶ τὴν δέησιν ὑμῶν ἀποστρεφόμεθα, πίστιν δ εὐνοίας λαβοῦσαι τὴν μόνην ἡμῖν ἀξιόλογον νομισθεῖσαν ἀγαπήσομεν τὸν μεθ ὑμῶν βίον ὡς γαμεταὶ διανύσαι.
(플라비우스 요세푸스, Antiquitates Judaicae, Book 4 170:1)
ἦσαν δὲ μετὰ πολλῶν ἀδελφαί τε δύο τοῦ βασιλέως, Ῥωξάνη καὶ Στάτειρα, περὶ τεσσαράκοντα ἔτη παρθενευόμεναι, καὶ γαμεταὶ δύο, γένος Ιὠνίδες, Βερενίκη μὲν ἐκ Χίου, Μονίμη δὲ Μιλησία.
(플루타르코스, Lucullus, chapter 18 2:2)
ἐπεὶ δὲ προκαλούμενος εἰς μάχην αὐτούς περιταφρεύων τὸν χάρακα καὶ πορθῶν ἐν ὄψει τὴν χώραν οὐκ ἐκίνει πεπληγότας πολλάκις, ἀναστὰς ἐβάδιζεν ἐπ Ἀρτάξατα τὸ Τιγράνου βασίλειον, ὅπου καὶ παῖδες αὐτῷ νήπιοι καὶ γαμεταὶ γυναῖκες ἦσαν, οὐκ ἂν οἰόμενος ἀμαχεὶ ταῦτα προήσεσθαι τὸν Τιγράνην.?
(플루타르코스, Lucullus, chapter 31 2:2)

SEARCH

MENU NAVIGATION