- 문장 내 검색

헬라어 문장 내 검색 Language

"οὐ καταβαλόντες ὑμεῖς οἱ νέοι τὸ κενὸν φρύαγμα τοῦτο καὶ γαυρίαμα τῆς νίκης ταπεινοὶ καταπτήξετε πρὸς τὸ μέλλον, ἀεὶ καραδοκοῦντες εἰς ὅ τι κατασκήψει τέλος ἑκάστῳ τὴν τῆς παρούσης εὐπραγίας ὁ δαίμων νέμεσιν·?
(플루타르코스, Aemilius Paulus, chapter 27 1:5)
"δύσμικτα γὰρ τὰ νέα καὶ δυσκέραστα καὶ μόλις ἐν χρόνῳ πολλῷ τὸ φρύαγμα καὶ τὴν ὕβριν ἀφίησιν, ἐν ἀρχῇ δὲ κυμαίνει καὶ ζυγομαχεῖ καὶ μᾶλλον ἂν Ἔρως ἐγγένηται, καὶ καθάπερ πνεῦμα κυβερνήτου μὴ παρόντος, ἐτάραξε καὶ συνέχεε τὸν γάμον οὔτ ἄρχειν δυναμένων οὔτ ἄρχεσθαι βουλομένων.
(플루타르코스, Amatorius, section 9 18:3)
φωνὴ θρηνούντων ποιμένων, ὅτι τεταλαιπώρηκεν ἡ μεγαλωσύνη αὐτῶν. φωνὴ ὠρυομένων λεόντων, ὅτι τεταλαιπώρηκε τὸ φρύαγμα τοῦ Ἰορδάνου.
(70인역 성경, 즈카르야서 11:3)
καὶ ἀποστρέψω τὸ φρύαγμα τῆς ἰσχύος αὐτῶν, καὶ μιανθήσεται τὰ ἅγια αὐτῶν.
(70인역 성경, 에제키엘서 7:24)
εἰπὸν πρὸς τὸν οἶκον τοῦ Ἰσραήλ. τάδε λέγει Κύριος. ἰδοὺ ἐγὼ βεβηλῶ τὰ ἅγιά μου, φρύαγμα ἰσχύος ὑμῶν, ἐπιθυμήματα ὀφθαλμῶν ὑμῶν, καὶ ὑπὲρ ὧν φείδονται αἱ ψυχαὶ ὑμῶν. καὶ οἱ υἱοὶ ὑμῶν καὶ αἱ θυγατέρες ὑμῶν, οὓς ἐγκατελίπετε, ἐν ρομφαίᾳ πεσοῦνται.
(70인역 성경, 에제키엘서 24:21)
ταῖς μὲν χρὼς ἀπόδωδε μύρου, σοβαρόν τε φρύαγμα, καὶ μέχρι κινδύνου ἑσπομένη σύνοδος:
(작자 미상, Greek Anthology, book 5, chapter 182)
μίμνει καὶ τὸ φρύαγμα τὸ παιδικόν.
(작자 미상, Greek Anthology, book 5, chapter 282 1:1)
ἦ ῥά γε ποῦ τὸ φρύαγμα τὸ τηλίκον·
(작자 미상, Greek Anthology, Volume IV, book 10, chapter 641)
τὸ δ ἐπ ὀφρύσι κεῖνο φρύαγμα σκηπτροφόρου σοφίας ἠνίδε ποσσὶ πατῶ.
(작자 미상, Greek Anthology, Volume IV, book 12, chapter 1013)
ἢν δὲ ἐξεγείρας τὸν ἵππον ἡγῇ μήτε τῷ ἄγαν ταχεῖ μήτε τῷ ἄγαν βραδεῖ, ὡς δ εὐθυμότατοι ἵπποι καὶ γοργότατοι καὶ πονεῖν εὐσχημονέστατοι γίγνονται, - ἐὰν ἡγῇ αὐτοῖς οὕτως, ἁθρόος μὲν <ἂν> ὁ κτύπος, ἁθρόον δὲ τὸ φρύαγμα καὶ τὸ φύσημα τῶν ἵππων συμπαρέποιτο, ὥστε οὐ μόνον αὐτὸς ἀλλὰ καὶ πάντες οἱ συμπαρεπόμενοι ἀξιοθέατοι ἂν φαίνοιντο.
(크세노폰, Minor Works, Περὶ Ἱππικῆς?, chapter 11 13:1)

SEARCH

MENU NAVIGATION