- 문장 내 검색

헬라어 문장 내 검색 Language

Κουρίων δὲ φιλοκινδύνως μαχόμενος σὺν ἅπασι τοῖς παροῦσιν ἔπεσεν, ὡς ἐπὶ τῷ Πολλίωνι μηδένα ἄλλον ἐπανελθεῖν ἐς Ἰτύκην.?
(아피아노스, The Civil Wars, book 2, chapter 7 2:9)
οἶμαι δ οὐ τοῖς ὥσπερ ἡμεῖς πράττουσι προσήκειν φιλοκινδύνως ἔχειν, ἀλλὰ πολλῷ μᾶλλον τοῖς ὥσπερ οὗτοι διακειμένοις.
(아리스티데스, 아일리오스, 연설, Ὑπὲρ τῆς πρὸς Λακεδαιμονίους εἰρήνης 4:3)
ἔπειτα εἴ τις βούλεται σκέψασθαι διὰ τί ποθ ἡμῶν εὐδοκίμησαν οἱ πατέρες, πότερον δι αὐτὸ τὸ πλεῖν καὶ στρατεύεσθαι καὶ φιλοκινδύνως ἔχειν, ἢ διὰ τὸ σχῆμα τῶν ἔργων καὶ τὰς προφάσεις εὐλόγους καὶ ἀναγκαίας οὔσας, οὐκ ἂν, οἶμαι, φαίη δι ἐκεῖνα.
(아리스티데스, 아일리오스, 연설, Λευκτρικὸς ε ὑπὲρ μηδετέροις βοηθεῖν 3:9)
φήσει γὰρ αὐτὸς μὲν τοῦ ἐρᾶν τῷ Πάριδι ἴσως γεγενῆσθαι αἴτιος, τοῦ θανάτου δέ σοι οὐδένα ἄλλον, ὦ Πρωτεσίλαε, ἢ σεαυτόν, ὃς ἐκλαθόμενος τῆς νεογάμου γυναικός, ἐπει προσεφέρεσθε τῇ Τρῳάδι, οὕτως φιλοκινδύνως καὶ ἀπονενοημένως προεπήδησας τῶν ἄλλων δόξης ἐρασθείς, δἰ ἣν πρῶτος ἐν τῇ ἀποβάσει ἀπέθανες.
(루키아노스, Dialogi mortuorum, Αἰακὸς, Πρωτεσίλεως, Μενέλαος, καὶ Πάρις. 4:4)
σὺ δέ, ὦ Ἀκαρνάν, - ἔστενε γὰρ κἀκεῖνος καὶ κατηρᾶτο τῇ Μυρτίῳ - τί αἰτιᾷ τὸν Ἔρωτα, σεαυτὸν δέον, ὃς τοὺς μὲν πολεμίους οὐδεπώποτε ἔτρεσας, ἀλλὰ φιλοκινδύνως ἠγωνίζου πρὸ τῶν ἄλλων, ὑπὸ δὲ τοῦ τυχόντος παιδισκαρίου καὶ δακρύων ἐπιπλάστων καὶ στεναγμῶν ἑάλως ὁ γενναῖος.
(루키아노스, Dialogi mortuorum, Διογένης καὶ Ἀντισθένης καὶ Κράτης. 13:3)
καὶ οὓς μὲν ἂν μαλακοὺς τῶν ξένων αἰσθάνηται, ἐκβάλλει, οὓς δ ἂν ὁρᾷ φιλοπόνως καὶ φιλοκινδύνως ἔχοντας πρὸς τοὺς πολέμους, τιμᾷ τοὺς μὲν διμοιρίαις, τοὺς δὲ τριμοιρίαις, τοὺς δὲ καὶ τετραμοιρίαις, καὶ ἄλλοις δώροις, καὶ νόσων γε θεραπείαις καὶ περὶ ταφὰς κόσμῳ:
(크세노폰, Hellenica, Ἑλληνικῶν, chapter 1 9:4)
μὰ Δία τοῦτο μέντοι, ἔφη, ἐγὼ οὐ ποιῶ, ἀλλὰ μάλα φιλοκινδύνως ὑπομένω, ἄν ποθέν τι ἐλπίζω λήψεσθαι.
(크세노폰, Works on Socrates, Συμπόσιον?, chapter 4 34:2)

SEARCH

MENU NAVIGATION