- 문장 내 검색

헬라어 문장 내 검색 Language

οὐ μὴν ἀλλ ἔγωγε βουλοίμην ἂν ὥσπερ κἀνταῦθ ὑμῖν ἔχειν ἡγοῦμαι χαρίσασθαι τῷ τι καὶ πλεῖον ἂν εἰπεῖν ὧν οἱ πρὸ ἡμῶν τοῖς ὁμοίοις ἐγκεχειρηκότες, οὕτως καὶ ὑμᾶς ὑμῖν αὐτοῖς ἐθελῆσαι χαρίσασθαι καὶ μὴ μόνον τὸν χρόνον τοῦτον ὃν νῦν ἀκροᾶσθε τούτου τοῦ λόγου ταὐτὰ φρονῆσαι περὶ τῶν λεγομένων, [ἀλλὰ καὶ ἐν τοῖς μετὰ ταῦτα] - πείσεσθε γὰρ σαφῶς αὐτῷ, εὖ οἶδα ἐγὼ τὴν ὑμετέραν δεξιότητα καὶ φιληκοΐαν - ἀλλὰ καὶ περὶ τῶν πρὸς ὑμᾶς αὐτοὺς μιᾷ γνώμῃ τὸ λοιπὸν χρῆσθαι καὶ τὴν ἔργῳ πίστιν ὡς ἥσθητε τῷ λόγῳ προσθεῖναι.?
(아리스티데스, 아일리오스, 연설, Ῥοδίοις περὶ ὁμονοίας 3:3)
περὶ μὲν οὖν τῆς Ἀραβίας καὶ τῶν ἐν αὐτῇ φυομένων εἰ καὶ πεπλεονάκαμεν, ἀλλ οὖν πολλὰ τοῖς φιλαναγνωστοῦσι πρὸς φιληκοϊάν ἀπηγγέλκαμεν.
(디오도로스 시켈로스, Bibliotheca Historica, book 2, chapter 54 7:3)
ἐκεῖ μὲν οὖν ἅμα αἱ ἀποφάσεις τῶν ἀνδρῶν τὰς πράξεις παρακειμένας ἔχουσαι, σχολάζουσαν φιληκοϊάν περιμένουσιν ἐνταῦθα δὲ καὶ τοὺς λόγους αὐτοὺς καθ αὑτοὺς ὥσπερ δείγματα τῶν βίων καὶ σπέρματα συνειλεγμένους οὐδὲν οἰόμαί σοι τὸν καιρὸν ἐνοχλήσειν, ἐν βραχέσι πολλῶν ἀναθεώρησιν ἀνδρῶν ἀξίων μνήμης γενομένων λαμβάνοντι.
(플루타르코스, Regum et imperatorum apophthegmata, Πλούταρχος Τραιανῶι αὐτοκράτορι εὖ πράττειν, section 1 4:1)
οὐχ οὕτως σειρήνειοι μελῳδίαι, οὐδὲ κύκνειοι πρὸς φιληκοΐαν φωναὶ τοὺς ἀκούοντας ἐφέλκονται, ὡς τέκνων φωναὶ μετὰ βασάνων μητέρα φωνούντων.?
(70인역 성경, Liber Maccabees IV 15:21)

SEARCH

MENU NAVIGATION