- 문장 내 검색

헬라어 문장 내 검색 Language

Ὧδε μὲν ὀξέως σὺν ἀφορμῇ τοὺς ἀμφὶ τὸν Κάσσιον ἐξελάμπρυνον, καὶ ὁ Καῖσαρ ἕκαστα μαθὼν ἠπόρητο, τὴν μὲν ἀμνηστίαν ἡγούμενος εὐπρέπειαν ἐσχηκέναι φιλανθρωπίας καὶ ἔλεον συγγενῶν ἀνδρῶν καὶ ὁμοτίμων, καὶ τὰς βραχυτέρας ἡγεμονίας ἀσφάλειαν:?
(아피아노스, The Civil Wars, book 3, chapter 9 1:1)
Ὁ δὲ Καῖσαρ ἐπιγελάσας αὐτοῖς τὸν μὲν στρατὸν ἐγγυτέρω τῆς πόλεως προήγαγεν, ἐς τὸ πεδίον τὸ καλούμενον Ἄρειον, τῶν δὲ στρατηγῶν τότε μὲν οὐδένα ἠμύνατο, οὐδὲ Κράσσον τὸν ἐς Πικήνην ἐκδραμόντα, καίπερ οἱ προσαχθέντα ὡς εἶχε ληφθεὶς ἐν σχήματι οἰκέτου, ἀλλὰ μεθῆκεν ἅπαντας ἐς δόξαν φιλανθρωπίας.
(아피아노스, The Civil Wars, book 3, chapter 13 6:1)
νῦν δέ, ἐξ ὧν ἐπιβεβουλεύμεθα καὶ ἐξ ὧν Γάιος Καῖσαρ ἔπαθεν, ἀτιθάσευτον ὁρῶντες τὴν κακίαν ὑπὸ φιλανθρωπίας, προλαβεῖν τοὺς ἐχθροὺς ἢ παθεῖν αἱρούμεθα.
(아피아노스, The Civil Wars, book 4, chapter 2 4:4)
" Ὁ μὲν δὴ ταύτην ἔδωκεν ἀμοιβὴν ἀποθνῄσκων φιλανθρωπίας, Ῥοῦφος δὲ ἔχων συνοικίαν περικαλλῆ, γείτονα Φουλβίας τῆς γυναικὸς Ἀντωνίου, πάλαι μὲν ἀξιούσῃ τῇ Φουλβίᾳ πρίασθαι τὴν οἰκίαν οὐ συνεχώρει, τότε δὲ καὶ δωρούμενος προεγράφη.
(아피아노스, The Civil Wars, book 4, chapter 4 12:9)
οὓς πάντας ὁ Μιθριδάτης φιλανθρωπευσάμενός τε καὶ ἐφόδια δοὺς ἀπέλυσεν ἐς τὰ οἰκεῖα ἀπιέναι, δόξαν ἐμποιῶν τοῖς πολεμίοις φιλανθρωπίας.
(아피아노스, The Foreign Wars, chapter 3 4:16)
ὅπου δὲ καθ ὑπερβολὴν δύνασαι ἀποδεῖξαι μὴ ἀδικοῦντα σεαυτόν, ἐκεῖ δὲ θρασύτητι χρῆσθαι τοιαύτῃ, ὥστε ἀφαιρεῖν σεαυτὸν συγγνώμης ἢ φιλανθρωπίας τῆς παρὰ τῶν δικαστῶν, ὡς ὅταν λέγῃς μηδὲ φωνὴν ἀνάσχησθε, μηδ εἰ πάντα τὰ κοινὰ ὑπέρευ πεπολίτευμαι, ἀλλ ἀναστάντες καταψηφίσασθε ἤδη:
(아리스티데스, 아일리오스, Ars Rhetorica, περὶ πολιτικοῦ λόγου, περὶ βαρύτητος. 3:1)
καὶ ἐπὶ φίλου δὲ ὡσαύτως βαρύτης γίνεται, ἐὰν ἀφαιρῇς αὐτὸν ἢ συγγνώμης ἢ φιλανθρωπίας δικαστῶν.
(아리스티데스, 아일리오스, Ars Rhetorica, περὶ πολιτικοῦ λόγου, περὶ βαρύτητος. 3:3)
φιλανθρωπίας δὲ κοινῆς καὶ τῆς πρὸς ἅπαντας εὐνοίας δεῖγμά ἐστιν ὁ λόγος, οὐ πικρίας οὐδὲ μισανθρωπίας.
(아리스티데스, 아일리오스, Ars Rhetorica, περὶ πολιτικοῦ λόγου, περὶ συνθέσεως καὶ φρασέως. 8:5)
ἐμοὶ γὰρ, ὦ δέσποτα Ἀσκληπιὲ, πολλὰ καὶ παντοῖα, ὥσπερ ὑπεῖπον, παρὰ σοῦ καὶ τῆς σῆς φιλανθρωπίας γεγένηται, μέγιστον δὲ καὶ πλείστης χάριτος ἄξιον καὶ σχεδὸν ὡς εἰπεῖν οἰκειότατον οἱ λόγοι.
(아리스티데스, 아일리오스, 연설, Λαλιὰ εἰς Ἀσκληπιόν 4:15)
ἀλλ οὕτως ἐμέλησεν αὐτοῦ τοῖς θεοῖς, ὅπως ὁσίως καὶ εὐσεβῶς ἐπιστήσεται τοῖς πράγμασιν, ὥστε ἃ μὲν τῆς μανίας καὶ ἀπονοίας ἔργα ἦν ἑτέροις ἀνέθηκαν, ἃ δὲ τῆς δικαιοσύνης καὶ φιλανθρωπίας καὶ τῆς ἄλλης εὐσεβείας, τούτῳ διεφύλαξαν.
(아리스티데스, 아일리오스, 연설, Εἰς βασιλέα [σπ.] 3:9)
τίς μὲν γὰρ δικαιοσύνης, τίς δὲ φιλανθρωπίας, τίς δὲ τῆς ἄλλης ἀρετῆς τοσαῦτα δείγματα καὶ τοιαῦτα ὅσα καὶ οἱᾶ ὁ βασιλεὺς οὗτος ἐξήνεγκε·
(아리스티데스, 아일리오스, 연설, Εἰς βασιλέα [σπ.] 5:6)
ὃ τοίνυν μέγιστον τῆς τοῦ βασιλέως φιλανθρωπίας καὶ κρεῖττον ἅπαντος παραδείγματος:
(아리스티데스, 아일리오스, 연설, Εἰς βασιλέα [σπ.] 7:4)
οὐ κοινότατος μὲν ὁ τρόπος τῆς φιλανθρωπίας αὐτοῦ πρὸς ἅπαν τὸ ὑπήκοον καὶ τοὺς ἐπὶ πάσης προφάσεως ἐντυγχάνοντας, ἡ δὲ τοῦ σχήματος αὐτοῦ πραότης ὡς φιλάνθρωπος καὶ τῆς διαλέκτου τὸ εὔκρατον καὶ τὸ μηδὲν δεῖν ἕνεκα τῆς προσόδου πραγματεύεσθαι, ἀλλ ὑπάρχειν ὥσπερ εἴσω περιρραντηρίων παριέναι τοῖς τι καὶ μικρὸν συνειδόσιν ἑαυτοῖς ἀγαθὸν, πῶς οὐ πάσης ἐπέκεινα πραότητος καὶ φιλανθρωπίας·
(아리스티데스, 아일리오스, 연설, Εἰς βασιλέα [σπ.] 7:7)
εἶτα καὶ τῆς φιλανθρωπίας ὡσπερεὶ σύμβολον ἐκφέρει:
(아리스티데스, 아일리오스, 연설, Παναθηναϊκός 6:2)
νῦν δὲ παντοδαπῶν ἐπιόντων ἀκόλουθον ἴσως ἐστὶ λέγειν ὧν μέρος ἐγγέγραπται τοῖς εἰρημένοις, ὅσῃ τινὶ καὶ οἱᾴ τῇ περιουσίᾳ τῆς φιλανθρωπίας εἰς ἅπαντας ἐχρήσαντο καὶ ὅπως εἰς τὸ κοινὸν ἐπολιτεύσαντο.
(아리스티데스, 아일리오스, 연설, Παναθηναϊκός? 18:5)

SEARCH

MENU NAVIGATION