- 문장 내 검색

헬라어 문장 내 검색 Language

οὔκουν φαίνεται χρυσοφορίας ἐπαινῶν Ὅμηρος, καὶ ταῦτα εἰς πόλεμον, ψελίων τε καὶ στρεπτῶν, ἔτι δὲ χρυσῶν φαλάρων καὶ χαλινῶν, ὁποῖα τοὺς Πέρσας φασὶν ἐπιτηδεύειν:?
(디오, 크리소토모스, 연설, περὶ ΒΑΣΙΛΕΙΑΣ β. 63:2)
οὔκουν τοιοῦτος ἡμῖν ὁ γενναῖος καὶ σώφρων καὶ κεκολασμένος ἀνήρ, πλούτους τε καὶ ἐπαίνους καὶ στεφάνους Ὀλυμπικούς τε καὶ Πυθικοὺς καὶ γράμματα ἐν στήλαις καὶ μαρτυρίας ἐγγράφους δήμων καὶ βασιλέων διώκων, ὅπως ἂν ᾖ περίβλεπτος καὶ φανερός, ἀλλ᾿ εὐσταλής τε καὶ ἄτυφος ὡς οἱό῀ν τε χωρῶν διὰ τοῦ βίου, ταπεινὸς καὶ κεκολασμένος αὐτὸς ὑφ᾿ αὑτοῦ καὶ τῆς αὑτοῦ διανοίας, οὐθενὸς ἔξωθεν κόσμου προσδεόμενος οὐδὲ ἐπιθέτου τιμῆς οὐδὲ φαλάρων καὶ πτερῶν, ὥσπερ οἱ κακοὶ μισθοφόροι πτερὰ καὶ λόφους ἀναλαβόντες καὶ Γοργόνας ἐπὶ τῶν ἀσπίδων καὶ τοῖς δορατίοις ψοφοῦντες ἔπειτα φεύγουσιν, εἰ μικρὸς καταλάβοι κίνδυνος.
(디오, 크리소토모스, 연설 (2), speech 60 46:1)
Τυχιάδη, ταῦτα, εἰ μὴ δύνασαι γινώσκειν ὅτι πλούσιος ἀνήρ, εἰ καὶ τὸ Γύγου χρυσίον ἔχοι, μόνος ἐσθίων πένης ἐστὶν καὶ προϊὼν ἄνευ παρασίτου πτωχὸς δοκεῖ, καὶ ὥσπερ στρατιώτης χωρὶς ὅπλων ἀτιμότερος καὶ ἐσθὴς ἄνευ πορφύρας καὶ ἵππος ἄνευ φαλάρων, οὕτω καὶ πλούσιος ἄνευ παρασίτου ταπεινός τις καὶ εὐτελὴς φαίνεται.
(루키아노스, De parasito sive artem esse parasiticam, (no name) 58:4)
ἐγνώρισαν γὰρ με κἀκεῖνοι ἰδόντες ἀπὸ τῆς πέλτης μάλιστα καὶ τῶν φαλάρων καὶ τοῦ λόφου.
(루키아노스, Dialogi meretricii, Λεόντιχος, Χηνίδας και Ὑμνίς. 3:2)
οἱ γὰρ μετὰ Σερτωρίου Λίβυες, ὡς ἔλαβον αὐτοῦ τὸν ἵππον χρυσῷ κεκοσμημένον καὶ φαλάρων ἀνάπλεων πολυτελῶν, ἐν τῷ διανέμεσθαι καὶ διαφέρεσθαι πρός ἀλλήλους προήκαντο τὴν δίωξιν.
(플루타르코스, Sertorius, chapter 19 4:2)
Ὠρεοῦ δὲ τὸ πρὸς θαλάττῃ τεῖχος καὶ τῶν οἰκιῶν περὶ ἑπτακοσίας συμπεσεῖν, Ἐχίνου τε καὶ Φαλάρων καὶ Ἡρακλείας τῆς Τραχῖνος, τῶν μὲν πολὺ μέρος πεσεῖν, Φαλάρων δὲ καὶ ἐξ ἐδάφους ἀνατραπῆναι τὸ κτίσμα.
(스트라본, 지리학, book 1, chapter 3 40:2)
τῶν δὲ Φαλάρων ἀπὸ θαλάττης ὑπέρκειται πεντήκοντα σταδίους ἡ τῶν Λαμιέων πόλις.?
(스트라본, 지리학, Book 9, chapter 5 17:5)

SEARCH

MENU NAVIGATION