- 문장 내 검색

헬라어 문장 내 검색 Language

Ἢν οὖν μέγα ᾖ τὸ κακὸν, εὐκίνητοι, ὀξέες τὴν αἴσθησιν, ὕποπτοι , ὀργίλοι, οὐκ ἐπ αἰτίῃ τινὶ, δύσθυμοι μὲν ἀλόγως, οἷσι ἐς σκυθρωπὸν ἡ μανίη τρέπεται · οἷσι δὲ ἐς θυμηδίην, εὔθυμοι · ἀλλ οἵδε παραλόγως ἄγρυπνοι, ἄμφω ἀλλοιώδεες τὰς ὄψιας, κεφαλαλγέες, ἢ πάντως γε βάρος τῆς κεφαλῆς ξύνεστι · εὐήκοοι δὲ, ἀλλὰ βράδιστοι τὴν γνώμην.?
(아레타이오스, The Extant Works of Aretaeus, The Cappadocian., ΑΡΕΤΑΙΟΥ ΚΑΠΠΑΔΟΚΟΥ ΠΕΡΙ ΑΙΤΙΩΝ ΚΑΙ ΣΗΜΕΙΩΝ ΧΡΟΝΙΩΝ ΠΑΘΩΝ, Κεφ. ις. Περὶ Καχεξίης.81)
διὸ καὶ ὡρ῀αι καὶ χρόνοι καὶ διαθέσεις καὶ ἡλικίαι ἐκ τούτων φανεραί, ποῖαι εὐκίνητοι πρὸς ὀργὴν καὶ ποῦ καὶ πότε, καὶ ὅτε μᾶλλον ἐν τούτοις εἰσί, μᾶλλον καὶ εὐκίνητοι.
(아리스토텔레스, 수사학, Book 2, chapter 2 11:2)
αὐτοὶ μὲν οὖν οὕτως ἔχοντες εὐκίνητοι πρὸς ὀργήν, ὀργίζονται δὲ τοῖς τε καταγελῶσι καὶ χλευάζουσιν καὶ σκώπτουσιν ὑβρίζουσι γάρ, καὶ τοῖς τὰ τοιαῦτα βλάπτουσιν ὅσα ὕβρεως σημεῖα:
(아리스토텔레스, 수사학, Book 2, chapter 2 12:1)
ὀργιλότης δ ἐστὶ κακία τοῦ θυμοειδοῦς, καθ ἣν εὐκίνητοι γίνονται πρὸς ὀργήν.
(아리스토텔레스, Virtues and Vices 11:2)
εὐκίνητοι δ ὄντες καὶ κοῦφοι ῥᾳδίως καὶ φεύγουσι καὶ διώκουσι, κατὰ δὲ τὰς ἐν ταῖς συστάσεσι τῶν δεινῶν ὑπομονὰς πολὺ λείπονται τῶν Κελτιβήρων.
(디오도로스 시켈로스, Bibliotheca Historica, book 5, chapter 34 5:3)
κούφοις γὰρ χρώμενοι καθοπλισμοῖς καὶ παντελῶς ὄντες εὐκίνητοι καὶ ὀξεῖς δυσχειρότατοι τοῖς ἄλλοις εἰσί.
(디오도로스 시켈로스, Bibliotheca Historica, book 5, chapter 34 6:4)
ἀσπίσι γὰρ καὶ πέλταις μικραῖς οἱ βάρβαροι χρώμενοι κατὰ μὲν τὰς εὐρυχωρίας ἐπλεονέκτουν, εὐκίνητοι γινόμενοι, κατὰ δὲ τὰς στενοχωρίας τοὺς μὲν πολεμίους οὐκ εὐχερῶς ἐτίτρωσκον, συμπεφραγμένους καὶ μεγάλαις ἀσπίσι σκεπαζομένους ὅλον τὸ σῶμα, αὐτοὶ δὲ διὰ τὰς κουφότητας τῶν σκεπαστηρίων ὅπλων ἐλαττούμενοι πυκνοῖς τραύμασι περιέπιπτον.
(디오도로스 시켈로스, Library, book xi, chapter 7 3:1)
ὅσοι δ ἦσαν φύσει βάσκανοι καὶ μισόχρηστοι καὶ πρὸς πᾶσαν εὐκίνητοι στάσιν, ἤχθοντο μὲν ἀπολύειν τὸν ἄνδρα μέλλοντες, οὐκ εἶχον δ, ὅ τι ἂν ἄλλο ποιῶσι διὰ τὸ μηδεμίαν εὑρίσκειν ἀφορμὴν τυραννίδος ἐπιθέσεως φαινομένην, ὑπὲρ ἧς τὰς ψήφους ἀνειλήφεσαν.?
(디오니시오스, Antiquitates Romanae, Books VII-IX, book 7, chapter 62 6:1)

SEARCH

MENU NAVIGATION