- 문장 내 검색

헬라어 문장 내 검색 Language

εἶτ ἐστεφάνουν μ εὐαγγέλια:?
(아리스토텔레스, Lyric-Scene, iambics12)
ἄνδρες, ἤδη μοι δοκεῖ ἐπὶ συμφοραῖς ἀγαθαῖσιν εἰσηγγελμέναις εὐαγγέλια θύειν ἑκατὸν βοῦς τῇ θεῷ.
(아리스토텔레스, Lyric-Scene, iambics16)
νὴ τὴν Ἑκάτην κἀγὼ δ ἀναδῆσαι βούλομαι εὐαγγέλιά σε κριβανωτῶν ὁρμαθῷ τοιαῦτ ἀπαγγείλαντα.
(아리스토파네스, Plutus, Episode 3:11)
ὁ δὲ Διονύσιος τοῦτον μὲν ἐτίμησεν, αὐτὸς δὲ περιχαρὴς ἐγένετο καὶ τοῖς θεοῖς εὐαγγέλια θύσας πότους καὶ μεγάλας εὐωχίας ἐπετέλεσεν.
(디오도로스 시켈로스, Library, book xv, chapter 74 3:1)
καὶ ὁ μὲν πεπιστευμένος ἤδη τὰ περὶ τὴν ἀρχὴν προπαρεσκεύαζεν αὐτῷ καὶ τὰ πρὸς τὴν ἄφιξιν, τάχιον δ ἐπινοίας διήγγελλον αἱ φῆμαι τὸν ἐπὶ τῆς ἀνατολῆς αὐτοκράτορα, καὶ πᾶσα μὲν πόλις ἑώρταζεν εὐαγγέλια [δὲ] καὶ θυσίας ὑπὲρ αὐτοῦ ἐπετέλει.
(플라비우스 요세푸스, De bello Judaico libri vii, Φλαυίου Ιὠσήπου ἱστορία Ιοὐδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους βιβλίον δ. 700:1)
Εἰς δὲ τὴν Ἀλεξάνδρειαν ἀφιγμένῳ τῷ Οὐεσπασιανῷ τὰ ἀπὸ τῆς Ῥώμης εὐαγγέλια ἧκε καὶ πρέσβεις ἐκ πάσης τῆς ἰδίας οἰκουμένης συνηδόμενοι:
(플라비우스 요세푸스, De bello Judaico libri vii, Φλαυίου Ιὠσήπου ἱστορία Ιοὐδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους βιβλίον δ. 745:1)
καὶ προελθὼν αὐτὸς ἐστεφανωμένος ἔθυσεν εὐαγγέλια καὶ διέπεμπε μερίδας τοῖς φίλοις ἀπὸ τῶν τεθυμένων.
(플루타르코스, Agesilaus, chapter 17 3:2)
τοῦ δὲ Καίσαρος ἐμβαλόντος εἰς ἔθνη μάχιμα καὶ παραβόλως κρατήσαντος, Γερμανοῖς δὲ καὶ σπονδῶν γενομένων δοκοῦντος ἐπιθέσθαι καὶ καταβαλεῖν τριάκοντα μυριάδας, οἱ μὲν ἄλλοι τὸν δῆμον ἠξίουν εὐαγγέλια θύειν, ὁ δὲ Κάτων ἐκέλευεν ἐκδιδόναι τὸν Καίσαρα τοῖς παρανομηθεῖσι καὶ μὴ τρέπειν εἰς αὑτοὺς μηδὲ ἀναδέχεσθαι τὸ ἄγος εἰς τὴν πόλιν.
(플루타르코스, Cato the Younger, chapter 51 1:1)
τῆς δὲ περὶ Ἀμοργὸν ἥττης τῶν νεῶν συμβάσης τοῖς Ἀθηναίοις, φθάσας τοὺς ἀπαγγέλλοντας εἰσήλασεν ἐστεφανωμένος διὰ τοῦ Κεραμεικοῦ, καὶ προσαγγείλας ὅτι νενικήκασιν, εὐαγγέλια θύειν ἔγραψε καὶ κρεωδαισίαν τινὰ κατὰ φυλὴν ἐποίησεν.
(플루타르코스, Demetrius, chapter 11 3:1)
εὐθὺς οὖν ἔθυον εὐαγγέλια καὶ στεφανοῦν ἐψηφίσαντο Παυσανίαν.
(플루타르코스, Demosthenes, chapter 22 1:2)
Φιλίππου δὲ ἀποθανόντος εὐαγγέλια θύειν τὸν δῆμον οὐκ εἰά:
(플루타르코스, chapter 16 6:1)
οὐκέτι γὰρ αὐτοῦ τῆς Πέτρας πολλὴν ὁδὸν ἀπέχοντος, ἤδη δὲ τῆς ἡμέρας ἐκείνης βεβλημένου χάρακα καὶ γυμνάζοντος ἑαυτὸν ἵππῳ παρὰ τὸ στρατόπεδον, γραμματηφόροι προσήλαυνον ἐκ Πόντου κομίζοντες εὐαγγέλια.
(플루타르코스, Pompey, chapter 41 3:2)
μετ ὀλίγον δὲ πυθόμενος τὸν ἀδελφὸν σῴζεσθαι, εὐαγγέλια, τοῖς θεοῖς ἔθυσε καὶ τὰς πόλεις τὰς ὑφ ἑαυτῷ στεφανηφορεῖν ἐποίησεν.
(플루타르코스, Regum et imperatorum apophthegmata, Ἀντιόχου τοῦ Τρίτου, Antioxoy toy Iepakos 1:2)
ἐδήλου δὲ τὰ γράμματα νίκην τινὸς τῶν ὑπ αὐτῷ στρατηγῶν καί φόνον πολὺν τῶν πολεμίων, ἐφ οἷς τοῦ Σερτωρίου περιχαροῦς ὄντος καί θύοντος εὐαγγέλια, Περπέννας ἑστίασιν αὐτῷ καί τοῖς παροῦσι φίλοις οὗτοι δὲ ἦσαν ἐκ τῆς συνωμοσίας ἐπηγγέλλετο, καί πολλὰ λιπαρήσας ἔπεισεν ἐλθεῖν.
(플루타르코스, Sertorius, chapter 26 3:2)
ὅτι ὁ ἀπαγγείλας μοι ὅτι τέθνηκε Σαούλ, καὶ αὐτὸς ἦν ὡς εὐαγγελιζόμενος ἐνώπιόν μου, καὶ κατέσχον αὐτὸν καὶ ἀπέκτεινα αὐτὸν ἐν Σεκελάκ, ᾧ ἔδει με δοῦναι εὐαγγέλια.?
(70인역 성경, 사무엘기 하권 4:10)

SEARCH

MENU NAVIGATION