- 문장 내 검색

헬라어 문장 내 검색 Language

ὁ δὲ Σκιπίων πόλιν ὁρῶν ἑπτακοσίοις ἔτεσιν ἀνθήσασαν ἀπὸ τοῦ συνοικισμοῦ, καὶ γῆς τοσῆσδε καὶ νήσων καὶ θαλάσσης ἐπάρξασαν, ὅπλων τε καὶ νεῶν καὶ ἐλεφάντων καὶ χρημάτων εὐπορήσασαν ἴσα ταῖς ἀρχαῖς ταῖς μεγίσταις, τόλμῃ δὲ καὶ προθυμίᾳ πολὺ διασχοῦσαν, ἥ γε καὶ ναῦς καὶ ὅπλα πάντα περιῃρημένη τρισὶν ὅμως ἔτεσιν ἀντέσχε πολέμῳ τοσῷδε καὶ λιμῷ, τότε ἄρδην τελευτῶσαν ἐς πανωλεθρίαν ἐσχάτην, λέγεται μὲν δακρῦσαι καὶ φανερὸς γενέσθαι κλαίων ὑπὲρ πολεμίων, ἐπὶ πολὺ δ ἔννους ἐφ ἑαυτοῦ γενόμενός τε, καὶ συνιδὼν ὅτι καὶ πόλεις καὶ ἔθνη καὶ ἀρχὰς ἁπάσας δεῖ μεταβαλεῖν ὥσπερ ἀνθρώπους δαίμονα, καὶ τοῦτ ἔπαθε μὲν Ἴλιον, εὐτυχής ποτε πόλις, ἔπαθε δὲ ἡ Ἀσσυρίων καὶ Μήδων καὶ Περσῶν ἐπ ἐκείνοις ἀρχὴ μεγίστη γενομένη, καὶ ἡ μάλιστα ἔναγχος ἐκλάμψασα ἡ Μακεδόνων, εἴτε ἑκὼν εἴτε προφυγόντος αὐτὸν τοῦδε τοῦ ἔπους, "ἔσσεται ἦμαρ ὅταν ποτ ὀλώλῃ Ἴλιος ἱρὴ καὶ Πρίαμος καὶ λαὸς ἐϋμμελίω Πριάμοιο.?
(아피아노스, The Foreign Wars, chapter 19 6:2)
τὸ μὲν ἀρχή που, τὸ δὲ ἀκροτελεύτιον ἔπους ἐστίν.
(아리스티데스, 아일리오스, 연설, Πρὸς Πλάτωνα περὶ ῥητορικῆς 106:6)
οὐδὲ γὰρ ὥσπερ οἱ φαῦλοι τῶν γραμματιστῶν λυμαίνονται τῷ ἔπει οὐχ οὕτως ἔχει, οἳ τὸ πολλὸν ἀπολύουσιν ἀπὸ τοῦ προτέρου, ἄγουσι δ ἐπὶ τὰ ἑξῆς, ὧν ἡγεῖται κατὰ τὴν τοῦ ἔπους ἀρχήν.
(아리스티데스, 아일리오스, 연설, Περὶ τοῦ παραφθέγματος 7:4)
οὗ ἐν τῇ γαμοποιίᾳ, μὴ συνέντες οἱ περὶ Ἀρίσταρχον ὅτι συνεχοῦς οὔσης τῆς ἑστιάσεως καὶ τῶν ἀκμαίων ἡμερῶν παρεληλυθυιῶν, ἐν αἷς παρείληπτο μὲν ἡ γαμουμένη πρὸς τοῦ νυμφίου, πέρας δ εἶχεν ὁ τοῦ Μεγαπένθους γάμος, αὐτοὶ δὲ μονάζοντες διῃτῶντο ὅ τε Μενέλαος καὶ ἡ Ἑλένη, μὴ συνέντες, ἀλλ ἐξαπατηθέντες ὑπὸ τοῦ πρώτου ἔπους:
(아테나이오스, The Deipnosophists, Book 5, book 5, chapter 9 1:1)
τῷ γὰρ ὄντι πολλὰ σοφὰ καὶ θεῖα εἰρηκὼς Ὅμηρος οὐδὲν σοφώτερον ἔφη τούτου τοῦ ἔπους οὐδὲ ἀληθέστερον ,ὣς οὐδὲν γλύκιον ἧς πατρίδος.
(디오, 크리소토모스, 연설 (2), ΦΙΛΟΦΡΟΝΗΤΙΚΟΣ ΠΡΟΣ ΤΗΝ ΠΑΤΡΙΔΑ ΕΙΣΗΓΟΥΜΕΝΗΝ ΑΥΤΩΙ ΤΙΜΑΣ. 2:3)
ἀπὸ τοῦ πέρατος τοῦ ἔπους ἐπιστρέφει τῶν ἐπῶν τὸ δεύτερον ὥσπερ ἐν διαύλου δρόμῳ.
(파우사니아스, Description of Greece, Ἠλιακῶν Α, chapter 17 10:4)
ἐπὶ πολὺ δ ἔννους ἐφ ἑαυτοῦ γενόμενός τε καὶ συνιδὼν ὅτι καὶ πόλεις καὶ ἔθνη καὶ ἀρχὰς ἁπάσας δεῖ μεταβαλεῖν ὥσπερ ἀνθρώπους δαίμονα, καὶ τοῦτ ἔπαθε μὲν Ἴλιον, εὐτυχής ποτε πόλις, ἔπαθε δὲ ἡ Ἀσσυρίων καὶ Μήδων καὶ Περσῶν ἐπ ἐκείνοις ἀρχὴ μεγίστη γενομένη καὶ ἡ μάλιστα ἔναγχος ἐκλάμψασα ἡ Μακεδόνων, εἴτε ἑκών, εἴτε προφυγόντος αὐτὸν τοῦδε τοῦ ἔπους εἰπεῖν, ἔσσεται ἦμαρ ὅταν ποτ ὀλώλῃ Ἴλιος ἱρὴ καὶ Πρίαμος καὶ λαὸς ἐυμμελίω Πριάμοιο.
(폴리비오스, Histories, book 38, chapter 22 2:1)
χρόνῳ δ, ὅτ ἤδη πᾶς ὁ μόχθος ἦν πέπων, κἀμάνθανον τὸν θυμὸν ἐκδραμόντα μοι μείζω κολαστὴν τῶν πρὶν ἡμαρτημένων, τὸ τηνίκ ἤδη τοῦτο μὲν πόλις βίᾳ ἤλαυνέ μ ἐκ γῆς χρόνιον, οἱ δ ἐπωφελεῖν, οἱ τοῦ πατρός, τῷ πατρὶ δυνάμενοι, τὸ δρᾶν οὐκ ἠθέλησαν, ἀλλ ἔπους σμικροῦ χάριν φυγάς σφιν ἔξω πτωχὸς ἠλώμην ἀεί.
(소포클레스, Oedipus at Colonus, episode 4:6)
εἰπόντος γὰρ τοῦ ποιητοῦ "Αἰθίοπας, τοὶ διχθὰ δεδαίαται, ἔσχατοι ἀνδρῶν," περὶ τοῦ ἐπιφερομένου ἔπους διαφέρονται, ὁ μὲν Ἀρίσταρχος γράφων "οἱ μὲν δυσομένου Ὑπερίονος, οἱ δ ἀνιόντος," ὁ δὲ Κράτης "ἠμὲν δυσομένου Ὑπερίονος, ἠδ ἀνιόντος," οὐδὲν διαφέρον πρὸς τὴν ἑκατέρου ὑπόθεσιν οὕτως ἢ ἐκείνως γράφειν.
(스트라본, 지리학, book 1, chapter 2 48:4)
εἶτα ὑποδυσκόλως αἰτιώμενος ὁ γεωγράφος καὶ τὸ νοῆσαι τὴν αἰᾶν ἐπὶ τῆς γῆς ἐοίκε παντελῶς ἐθέλειν ἐκβαλεῖν τοῦ Ὁμηρικοῦ ἔπους τὴν τοιαύτην λέξιν.
(스트라본, 지리학, Book 7, chapter fragments 56:4)
οὐ στοχασάμενος δὲ ὁ ἐπιγράψας τὸ τελευταῖον γράμμα τοῦ δευτέρου ἔπους παρέλιπε τοῦ πλάτους τῆς βάσεως μὴ συνεξαρκοῦντος, ὥστε τῆς πόλεως ἀμαθίαν καταγινώσκειν παρέσχε διὰ τὴν ἀμφιβολίαν τὴν περὶ τὴν γραφήν, εἴτε τὴν ὀνομαστικὴν δέχοιτο πτῶσιν τῆς ἐσχάτης προσηγορίας εἴτε τὴν δοτικήν:
(스트라본, 지리학, Book 14, chapter 1 75:7)
τῷ μὲν συνεμπίπτοντι πάθει τὸ ἔπος ὁμοίως ἐβασάνισε, τῇ δὲ τοῦ ἔπους συνθλίψει τὸ πάθος ἄκρως ἀπεπλάσατο, καὶ μόνον οὐκ ἐνετύπωσε τῇ λέξει τοῦ κινδύνου τὸ ἰδίωμα.
(작자 미상, 비가, Ἀρχιλόχου, Ιὀβάκχων105)
ἀπὸ τοῦ πέρατος τοῦ ἔπους ἐπιστρέφει τῶν ἐπῶν τὸ δεύτερον ὥσπερ ἐν διαύλου δρόμῳ.
(작자 미상, 비가, Ἐπιγραμμάτων Ἀδεσπότων Ἐκλογή, mixed meters12)
ἐπαινέτης δ ἦν καὶ τοῦ ἔπους τούτου:
(크세노폰, Memorabilia, Ἀπομνημονευμάτων Α?, chapter 3 4:6)

SEARCH

MENU NAVIGATION