- 문장 내 검색

헬라어 문장 내 검색 Language

ἀκούετε, ὦ ἄνδρες Ἀθηναῖοι, τῶν χρόνων παραναγιγνωσκομένων ἐκ τῶν δημοσίων γραμμάτων, καὶ τῶν μαρτύρων ὑμῖν προσδιαμαρτυρούντων, ὅτι πρὶν ἐμὲ χειροτονηθῆναι πρεσβευτήν, Φάλαικος ὁ τῶν Φωκέων τύραννος ἡμῖν μὲν καὶ Λακεδαιμονίοις ἠπίστει, Φιλίππῳ δ ἐπίστευεν.?
(아이스키네스, 연설, περὶ τῆς Παραπρεσβείας, section 135 1:1)
" καὶ ὁ Κοκκήιος "ἑτέρως," ἔφη, "τάδε λογοποιούμενα οὐδὲ Ἀντώνιος ἐπίστευεν, ἑώς ἀπεκλείσθη τοῦ Βρεντεσίου καθάπερ πολέμιος.
(아피아노스, The Civil Wars, book 5, chapter 7 2:8)
δείσας οὖν περὶ μὲν τῶν Ἰβήρων ὡς βαρβάρων ταχυέργων, περὶ δὲ Βρεττίων ὡς Ἰταλῶν ὁμοεθνῶν Σκιπίωνι, μὴ ἐς συγγνώμην ὧν ἐξήμαρτον ἐς τὴν Ἰταλίαν, προσαγάγωσιν αὐτὸν τῷ Σκιπίωνι, λαθὼν ἐξέφυγε μεθ ἑνὸς ἱππέως, ᾧ μάλιστ ἐπίστευεν.
(아피아노스, The Foreign Wars, chapter 7 10:7)
μάλιστα μὲν ταῦτ ἐχρῆν προδιδάσκειν τὸν Δίωνα καὶ νουθετεῖν, εἴπερ τούτοις τοῖς λόγοις ἐπίστευεν, εἰ δὲ μὴ, σκοπουμένῳ γε περὶ τιμωρίας μὴ συμπράττοντα φαίνεσθαι:
(아리스티데스, 아일리오스, 연설, Πρὸς Πλάτωνα περὶ ῥητορικῆς 70:4)
διὰ μὲν οὖν ταύτας τὰς αἰτίας ἐπίστευεν ὁ δῆμος τῷ Κλεισθένει.
(아리스토텔레스, 아테네인들의 정치체제, work Ath. Pol., chapter 21 1:1)
εἰ δ ἐπίστευεν, οὐκ ἂν δήπου τὰ μὲν πλεῖστ αὐτοῖς τῶν χρημάτων ἐνεχείρισεν, τῶν δ οὐκ ἂν κυρίους ἐποίησεν.
(데모스테네스, Speeches 21-30, Κατὰ Ἀφόβου Ἐπιτροπῆς Α 73:3)
εἰ δ ἐπίστευεν, οὐκ ἂν δήπου τὰ μὲν πλεῖστ αὐτοῖς τῶν χρημάτων ἐνεχείρισεν, τῶν δ οὐκ ἂν κυρίους ἐποίησεν.
(데모스테네스, Speeches 21-30, Πρὸς Ἄφοβον ὑπὲρ Φάνου Ψευδομαρτυριῶν 63:3)
τίς ἂν οὖν ὑπὲρ τοιαύτης αἰτίας, ὦ ἄνδρες δικασταί, εἴπερ ἐπίστευεν αὑτῷ, οὐκ ἐδέξατο τὴν βάσανον·
(데모스테네스, Speeches 41-50, Κατὰ Στεφάνου Ψευδομαρτυριῶν Α 99:1)
κᾆτα περὶ μὲν τοῦ ἄλλου χρέως σοι ἐπίστευεν, καὶ ἡγεῖτο, ἐπειδὰν ἔλθῃς, ἀπολήψεσθαι παρὰ σοῦ εὐπορήσαντος, περὶ δὲ τῶν φιαλῶν σοι ἀπιστήσειν ἔμελλεν·
(데모스테네스, Speeches 41-50, Πρὸς Τιμόθεον ὑπὲρ Χρέως 78:3)
τὸ μὲν γὰρ δεξιὸν κέρας, ᾧ μάλιστα ἐπίστευεν, προεβάλετο, τὸ δ ἕτερον ὑπεστείλατο, διεγνωκὼς ᾧ μὲν φυγομαχεῖν, ᾧ δὲ διαγωνίζεσθαι.
(디오도로스 시켈로스, Bibliotheca Historica, Books XVIII-XX, book 19, chapter 29 7:2)
ἔσπευδε γὰρ ἔχειν μεθ αὑτοῦ στρατηγὸν ἀγαθὸν καὶ χάριτος ὑπόχρεων, οὐ λίαν δ ἐπίστευεν αὐτοῦ ταῖς ἐπαγγελίαις διὰ τὴν πρὸς Ὀλυμπιάδα καὶ τοὺς βασιλεῖς φιλίαν:
(디오도로스 시켈로스, Bibliotheca Historica, Books XVIII-XX, book 19, chapter 44 2:2)
Ἀμόλιος δὲ εἴτε κατὰ τὴν συνείδησιν τῶν πραχθέντων εἴτε ὑπονοίᾳ τῶν εἰκότων προαχθεὶς ἔρευναν ἐποιεῖτο τῆς χρονίου τῶν ἱερῶν ἀποστάσεως, κατὰ τίνα γίνεται μάλιστ αἰτίαν ἰατρούς τε οἷς μάλιστα ἐπίστευεν εἰσπέμπων καὶ, ἐπειδὴ τὴν νόσον αἱ γυναῖκες ἀπόρρητον ἀνθρώποις ᾐτιῶντο εἶναι, τὴν ἑαυτοῦ γυναῖκα φύλακα τῆς κόρης καταλιπών.
(디오니시오스, Antiquitates Romanae, book 1, chapter 78 1:1)
προστίθησιν δὲ τῇ μητρὶ καὶ τὸν ἀδελφὸν Ἀντίγονον, ὃν στέργειν ἐδόκει μάλιστα καὶ κοινωνὸν εἶχεν τῆς βασιλείας, ἐκ διαβολῶν ἀπαλλοτριωθεὶς πρὸς αὐτόν, αἷς τὸ μὲν πρῶτον οὐκ ἐπίστευεν, τὰ μὲν ὑπὸ τοῦ φιλεῖν αὐτὸν οὐ προσέχων τοῖς λεγομένοις, τὰ δὲ καὶ φθονούμενον ἡγούμενος διαβάλλεσθαι.
(플라비우스 요세푸스, Antiquitates Judaicae, Book 13 374:1)
οἱ μὲν οὖν ἄλλοι ταύτῃ οὐ προσεῖχον, αὐτὸς δ ἐπίστευεν λίαν ἔμφρονι γυναικί.
(플라비우스 요세푸스, Antiquitates Judaicae, Book 14 447:4)
ἐπίστευεν δὲ τῷ Δοσιθέῳ θεραπεύοντος αὐτοῦ καὶ αὐτὸν καὶ τὴν Ἀλεξάνδραν καὶ τῆς πρὸς Ἡρώδην δυσνοίας οὐ μικρὰς αἰτίας ἔχοντος:?
(플라비우스 요세푸스, Antiquitates Judaicae, Book 15 204:1)

SEARCH

MENU NAVIGATION