- 문장 내 검색

헬라어 문장 내 검색 Language

ὃ δὴ καὶ μάλιστα αὐτὸν διέβαλεν ὡς ἐπιθυμοῦντα τῆς ἐπικλήσεως καὶ τὰς ἐς τοῦτο πείρας καθιέντα καὶ τυραννικὸν ὅλως γεγονότα:?
(아피아노스, The Civil Wars, book 2, chapter 16 3:7)
πότερον δὲ διὰ γῆρας τῶν καταλεγέντων εἰς αὐτὸ ἀνδρῶν ἢ δι ἀρετὴν ταύτης ἔτυχε τῆς ἐπικλήσεως οὐκ ἔχω τὸ σαφὲς εἰπεῖν.
(디오니시오스, Antiquitates Romanae, book 2, chapter 12 4:2)
Ἄδωμος γὰρ ἐπωνομάζετο κατὰ τοιαύτην αἰτίαν τυχὼν τῆς ἐπικλήσεως.
(플라비우스 요세푸스, Antiquitates Judaicae, Book 2 3:2)
ἐπεὶ δ οὐδὲν ἀπήντα παρὰ τῆς εὐχῆς καὶ τῆς ἐπικλήσεως θύσασι τοῖς προφήταις, σκώπτων ὁ Ἠλίας μεγάλῃ βοῇ καλεῖν αὐτοὺς ἐκέλευε τοὺς θεούς:
(플라비우스 요세푸스, Antiquitates Judaicae, Book 8 423:2)
ταχεῖα δ ἀνατροπὴ τοὺς βαρβάρους ὕπεισιν ἅτε καὶ φύσει σφαλεροὺς ὄντας πρός τε τὴν ἀναξιοπάθειαν, ἀνδραπόδῳ γὰρ ἀλλοτρίῳ ποιήσειν τὸ προστασσόμενον ἠξίουν, τὴν ὁμηρείαν ἀντὶ δουλείας ὀνομάζοντες, καὶ τῆς ἐπικλήσεως τὴν ἀδοξίαν:
(플라비우스 요세푸스, Antiquitates Judaicae, Book 18 59:1)
Τίτῳ δὲ δι ὑποψίας ἦν τὸ τῆς ἐπικλήσεως παράλογον:
(플라비우스 요세푸스, De bello Judaico libri vii, Φλαυίου Ιὠσήπου ἱστορία Ιοὐδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους βιβλίον ε. 131:1)
Λάφριον γὰρ τὸν Κασταλίου τοῦ Δελφοῦ Καλυδωνίοις ἱδρύσασθαι τὸ ἄγαλμα τῆς Ἀρτέμιδος τὸ ἀρχαῖον, οἱ δὲ τῆς Ἀρτέμιδος τὸ μήνιμα τὸ ἐς Οἰνέα ἀνὰ χρόνον τοῖς Καλυδωνίοις ἐλαφρότερον γενέσθαι λέγουσι καὶ αἰτίαν τῇ θεῷ τῆς ἐπικλήσεως ἐθέλουσιν εἶναι ταύτην.
(파우사니아스, Description of Greece, Ἀχαικά, chapter 18 14:3)
τοῦθ ἡμεῖς εἴπομεν ἕν τι τῶν εἰκῆ πεπιστευμένων εἶναι, τὸ περὶ τὴν αἰτίαν τῆς ἐπικλήσεως:
(플루타르코스, Quaestiones Convivales, book 1, Περὶ τῆς Ἀλεξάνδρου πολυποσίας. 9:1)
"καὶ κιθαρίζοντες ἕτεροι προϊάσιν, οὓς αὐτοὶ Λευίτας προσονομάζουσιν, εἴτε παρὰ τὸν Λύσιον εἴτε μᾶλλον παρὰ τὸν Εὐιόν τῆς ἐπικλήσεως γεγενημένης.
(플루타르코스, Quaestiones Convivales, book 4, Τίς ὁ παρ Ιοὐδαίοις θεός. 3:9)
καὶ εἰ μὴ δἰ αὐτούς, ἀλλὰ διὰ τὰς πρὸς τοὺς πατέρας αὐτῶν διαθήκας καὶ ἕνεκεν τῆς ἐπ᾿ αὐτοὺς ἐπικλήσεως τοῦ σεμνοῦ καὶ μεγαλοπρεποῦς ὀνόματος αὐτοῦ.
(70인역 성경, Liber Maccabees II 8:15)
οἱ δὲ περὶ τὸν Ἰούδαν μετ᾿ ἐπικλήσεως καὶ εὐχῶν συνέμειξαν τοῖς πολεμίοις?
(70인역 성경, Liber Maccabees II 15:26)

SEARCH

MENU NAVIGATION