- 문장 내 검색

헬라어 문장 내 검색 Language

διὸ καὶ πάντα τὸν τόπον ὑπάρχειν μὴ μόνον θεοπρεπῆ κατὰ τὴν πρόσοψιν, ἀλλὰ καὶ κατὰ τὸν ἦχον, ὡς ἂν τῆς αὐτοδιδάκτου γλυκυφωνίας νικώσης τὴν ἐναρμόνιον τῆς τέχνης μελῳδίαν.?
(디오도로스 시켈로스, Bibliotheca Historica, book 3, chapter 69 2:3)
φιλίαν τ εἶναι ἐναρμόνιον ἰσότητα.
(디오게네스 라에르티오스, Lives of Eminent Philosophers, h, Kef. a'. PUQAGORAS 33:4)
πήχεις γὰρ ἐναρμόσας καὶ ζυγώσας, ἔπειτα κολλάβους ἐμπήξας καὶ μαγάδα ὑποθεὶς καὶ ἐντεινάμενος ἑπτὰ χορδὰς ἐμελῴδει πάνυ γλαφυρόν, ὦ Ἥφαιστε, καὶ ἐναρμόνιον, ὡς κἀμὲ αὐτῷ φθονεῖν πάλαι κιθαρίζειν ἀσκοῦντα.
(루키아노스, Dialogi deorum, Ἥφαιστος, Ἀπόλλων. 8:3)
ἡμῖν δὲ οὓς εἴπομεν τοὺς θεοὺς συγχορευτὰς δεδόσθαι, τούτους εἶναι καὶ τοὺς δεδωκότας τὴν ἔνρυθμόν τε καὶ ἐναρμόνιον αἴσθησιν μεθ ἡδονῆς, ᾗ δὴ κινεῖν τε ἡμᾶς καὶ χορηγεῖν ἡμῶν τούτους, ᾠδαῖς τε καὶ ὀρχήσεσιν ἀλλήλοις συνείροντας, χορούς τε ὠνομακέναι παρὰ τὸ τῆς χαρᾶς ἔμφυτον ὄνομα.
(플라톤, Laws, book 2 9:1)
κινδυνεύει, ἔφην, ὡς πρὸς ἀστρονομίαν ὄμματα πέπηγεν, ὣς πρὸς ἐναρμόνιον φορὰν ὦτα παγῆναι, καὶ αὗται ἀλλήλων ἀδελφαί τινες αἱ ἐπιστῆμαι εἶναι, ὡς οἵ τε Πυθαγόρειοί φασι καὶ ἡμεῖς, ὦ Γλαύκων, συγχωροῦμεν.
(플라톤, Republic, book 7 334:1)
καλεῖν πτηνὸν διὰ τὴν ἐναρμόνιον τοῦ κόσμου περιφοράν, ἐνταῦθά δὲ τὸν αὐτάγγελον τῶν ἐν Αἵδου Πάμφυλον γένος Ἁρμονίου πατρὸς Ἦρα δ αὐτὸν ὀνομάζειν, αἰνιττόμενον ὅτι γεννῶνται μὲν αἱ ψυχαὶ καθ ἁρμονίαν καὶ συναρμόττονται τοῖς σώμασιν, ἀπαλλαγεῖσαι δὲ συμφέρονται πανταχόθεν εἰς τὸν ἀέρα:
(플루타르코스, Quaestiones Convivales, book 1, Διὰ τί Πλάτων εἰκοστὴν ἔφη τὴν Αἰάντος ψυχὴν ἐπὶ τὸν κλῆρον ἐλθεῖν. 10:1)
"αἰτία δ οὐχ ὡς ἔνιοι λέγουσι τὰ μελῳδούμενα γένη, τὸ διάτονον καὶ τὸ χρωματικὸν καὶ τὸ ἐναρμόνιον οὐδ οἱ τὰ διαστήματα παρέχοντες ὁρ´οι, νήτη καὶ μέση καὶ ὑπάτη:
(플루타르코스, Quaestiones Convivales, book 1, Περὶ τοῦ ἀριθμοῦ τῶν Μουσῶν ὅσα λέγεται μὴ κοινῶς. 7:4)
τὸ γὰρ ἐν ταῖς μέσαις ἐναρμόνιον πυκνὸν, ᾧ νῦν χρῶνται, οὐ δοκεῖ τοῦ ποιητοῦ εἶναι.
(위 플루타르코스, De musica, section 11 6:2)
οὔτε γὰρ τὸ χρωματικὸν γένος οὔτε τὸ ἐναρμόνιον ἣξει ποτ ἔχον τὴν τῆς οἰκειότητος δύναμιν τελείαν καὶ καθ ἣν τὸ τοῦ πεποιημένου μέλους ἦθος ἐπιφαίνεται ἀλλὰ τοῦτο τοῦ τεχνίτου ἔργον.
(위 플루타르코스, De musica, section 335)
"οἱο῀ν Ὀλύμπῳ τὸ ἐναρμόνιον γένος ἐπὶ Φρυγίου τόνου τεθὲν παίωνι ἐπιβατῷ μιχθέν:
(위 플루타르코스, De musica, section 3312)
"τὸ ἦθος ἐγέννησεν ἐπὶ τῷ τῆς Ἀθηνᾶς νόμῳ προσληφθείσης γὰρ μελοποιίας καὶ ῥυθμοποιίας τεχνικῶς τε μεταληφθέντος τοῦ ῥυθμοῦ μόνον αὐτοῦ καὶ γενομένου τροχαίου ἀντὶ παίωνος, συνέστη τὸ Ὀλύμπου ἐναρμόνιον γένος.
(위 플루타르코스, De musica, section 3314)
"διάκεινται καὶ ῥᾳθύμως, ὥστε μηδ ἔμφασιν νομίζειν παρέχειν καθ ὅλου τῶν ὑπὸ τὴν αἴσθησιν πιπτόντων τὴν ἐναρμόνιον δίεσιν, ἐξορίζειν δ αὐτὴν ἐκ τῶν μελῳδημάτων πεφλυαρηκέναι τε τοὺς δόξαντάς τι περὶ τούτου καὶ τῷ γένει τούτῳ κεχρημένους.
(위 플루타르코스, De musica, section 384)
ἑπόμενον δὲ τούτῳ καὶ δεύτερον τὸ τῆς ψυχῆς καθάρσιον καὶ ἐμμελὲς καὶ ἐναρμόνιον σύστημα.
(위 플루타르코스, De musica, section 42 6:1)
Πλάτων οὐσίαν νοητήν, ἐξ ἑαυτῆς κινητὴν, κατ ἀριθμὸν ἐναρμόνιον κινουμένην.
(위 플루타르코스, Placita Philosophorum, book 4, Περὶ ψυχῆς. 2:1)
εὕδει καὶ Σμέρδις, τὸ Πόθων ἐάρ, ᾧ σὺ μελίσδων βάρβιτ ἀνεκρούου νέκταρ ἐναρμόνιον.?
(작자 미상, Greek Anthology, Volume II, book 7, chapter 292)

SEARCH

MENU NAVIGATION