- 문장 내 검색

헬라어 문장 내 검색 Language

οὔκουν ἔγωγε, φησὶ, φεύγων ᾠχόμην εἰς Ἰταλίαν, οὐδ ἐκεῖ πόλιν ἠξίουν οἰκίζειν, καίτοι τῶν μάντεων κελευόντων, ἀλλ ἔμενον τὰς τριήρεις ἔχων, οὗ καιρὸς ἦν ὑπὲρ τῆς Ἑλλάδος ἀντιτάξασθαι.?
(아리스티데스, 아일리오스, 연설, Πρὸς Πλάτωνα ὑπὲρ τῶν τεττάρων 93:3)
ὡς δὲ τὸν ἡγεμόνα σφῶν κείμενον οἱ ἀμφ᾿ αὐτὸν εἶδον, οὗτοι μὲν οὐκέτι ἔμενον, οἱ δὲ ἐκ τῶν ὀρῶν αἰρόμενον τὸν νεκρὸν τοῦ ὑπάρχου ἰδόντες πρὸς τῶν πολεμίων ἤλγησάν τε καὶ καταδραμόντες ξυνάπτουσιν ἐπ᾿ αὐτῷ μάχην καρτερὰν πρὸς τῷ γηλόφῳ.
(아리아노스, Anabasis, book 4, chapter 24 5:1)
οἱ δὲ οὐκέτι ἐπὶ τῶν τρίτων ἔμενον, ἀλλὰ ὡς τάχους εἶχον φυγῇ εἰς τὴν πόλιν κατεκλείσθησαν.
(아리아노스, Anabasis, book 5, chapter 23 3:1)
διαβάντες δὲ τὸν Ὑδραώτην ποταμὸν ἐπὶ τοῖς ὄχθαις αὐτοῦ, ὅτι ὑψηλαὶ αἱ ὄχθαι ἦσαν, παρατεταγμένοι ἔμενον, ὡς εἴρξοντες τοῦ πόρου Ἀλέξανδρον.
(아리아노스, Anabasis, book 6, chapter 8 4:3)
οἱ δὲ Μακεδόνες ἔν τε τῷ παραυτίκα ἀκούσαντες τῶν λόγων ἐκπεπληγμένοι σιγῇ ἔμενον αὐτοῦ πρὸς τῷ βήματι οὐδέ τις ἠκολούθησε τῷ βασιλεῖ ἀπαλλαττομένῳ ὅτι μὴ οἱ ἀμφ᾿ αὐτὸν ἑταῖροί τε καὶ οἱ σωματοφύλακες, οἱ δὲ πολλοὶ οὔτε μένοντες ὅ τι πράττωσιν ἢ λέγωσιν εἶχον, οὔτε ἀπαλλάσσεσθαι ἤθελον.
(아리아노스, Anabasis, book 7, chapter 11 2:1)
καὶ ὁ μὲν ἀνήγετο ὥς τι ἐρῶν, οἱ δὲ ἔμενον λιπαροῦντες.
(아리아노스, Anabasis, book 7, chapter 11 5:2)
, , δὲ τῶν ἄλλων έμενον ἔν δέοι κατα ὅπερ ἔτι .
(아테나이오스, The Deipnosophists, Book 15, book 15, chapter 60 2:15)
τῶν δὲ νεῶν αἱ μέν τινες ὑφώρμουν ὑπὸ τὸ τεῖχος, αἱ δὲ ἐν τῷ πέραν ἔμενον:
(디오, 크리소토모스, 연설, ΤΡΩΙΚΟΣ ΥΠΕΡ τοῦ ΙΛΙΟΝ ΜΗ ΑΛΩΝΑΙ. 145:1)
οὔτε γὰρ ξίφος σπασαμένου τινὸς καὶ καταφέροντος ὑπεξέφυγον, οὔθ ὕβριν οὐδὲ πληγὰς ὑπομένοντες ἠρεθίζοντο, τό τε πλῆθος οὐ συνηγανάκτει τοῖς πάσχουσιν, ἀλλ ἐνίοτε τέκνων ἢ γυναικῶν σφαττομένων ἐν ὀφθαλμοῖς ἀπαθεῖς ταῖς διαθέσεσιν ἔμενον, οὐδεμίαν ἔμφασιν ὀργῆς ἢ πάλιν ἐλέου διδόντες.
(디오도로스 시켈로스, Bibliotheca Historica, book 3, chapter 18 5:2)
οἱ μὲν οὖν Λακεδαιμόνιοι συνεχεῖς προσβολὰς ποιούμενοι τῇ Πύλῳ, καὶ πολλοὺς ἀποβαλόντες στρατιώτας, ἔμενον καρτερῶς ἐν τοῖς δεινοῖς.
(디오도로스 시켈로스, Library, book xii, chapter 62 6:1)
διόπερ οὐδὲν σαφὲς ἐπικρίναντες ἐφ ἡσυχίας ἔμενον.
(디오도로스 시켈로스, Library, book xiii, chapter 10 19:2)
οἱ μέντοι ἀποστάται τὸν ἀναγκαῖον ἐπισιτισμὸν ἐκ τῶν πλησίον ἀγρῶν λαμβάνοντες, ἄλλο δ οὐδὲν τὴν χώραν κακουργοῦντες, ἔμενον ὑπαίθριοι καὶ τοὺς προσιόντας ἐκ τῆς πόλεως καὶ τῶν πέριξ φρουρίων ὑπελάμβανον συχνοὺς ἤδη γινομένους.
(디오니시오스, Antiquitates Romanae, Books IV-VI, book 6, chapter 46 3:5)
ἀφικόμενοι δ εἰς τὸν καλούμενον Αουἐντῖνον - ἔστι δὲ τῶν ἐμπεριεχομένων ἐν τῇ Ῥώμῃ λόφων οὗτος ἐπιτηδειότατος ἐνστρατοπεδεύεσθαι - περί τε τὸ τῆς Ἀρτέμιδος ἱερὸν τίθενται τὰ ὅπλα, τῇ δ ἑξῆς ἡμέρᾳ κρατυνάμενοι τὸν χάρακα καὶ χιλιάρχους δέκα τῶν κοινῶν ἀποδείξαντες κυρίους, ὧν ἡγεμὼν ἦν Μάρκος Ὄππιος, ἔμενον ἐφ ἡσυχίας.
(디오니시오스, Antiquitates Romanae, Books X-XX, book 11, chapter 43 8:1)
καὶ μέχρι νῦν διὰ σὲ ἔμενον, δι ἄλλον οὐδένα, καὶ νῦν σοι πειθόμενος ἀπέρχομαι.
(에픽테토스, Works, book 3, Περὶ τοῦ μὴ δεῖν προσπάσχειν τοῖς οὐκ ἐφ ἡμῖν. 97:3)
ποῦ γὰρ ἂν ἔτι ἔμενον ἐκεῖνοι·
(에픽테토스, Works, book 4, Περὶ ἐλευθερίας.? 168:2)

SEARCH

MENU NAVIGATION