- 문장 내 검색

헬라어 문장 내 검색 Language

ἐνταῦθ ἡμῖν ἀπόδειξιν ποίησαι, Δημόσθενες, τί ποτ ἦν ἃ ἔπραξας, ἢ τί ποτ ἦν ἃ ἔλεγες:?
(아이스키네스, 연설, κατὰ Κτησιφῶντος, section 165 1:3)
ἐπειδὴ δὲ σιγᾶς, ὅτι μὲν ἀπορεῖς, συγγνώμην ἔχω σοι, ἃ δὲ τότ ἔλεγες, ἐγὼ νυνὶ λέξω.
(아이스키네스, 연설, κατὰ Κτησιφῶντος, section 1661)
καὶ πάλιν ὅτε κύκλῳ περιδινῶν σεαυτὸν ἐπὶ τοῦ βήματος ἔλεγες, ὡς ἀντιπράττων Ἀλεξάνδρῳ:
(아이스키네스, 연설, κατὰ Κτησιφῶντος, section 1673)
τὰ δὲ ἤθη ἐν ταῖς ἀφελείαις τόνον λαμβάνει καὶ σεμνότητα, ὅταν τις ἐμφανίζων τὴν ἑαυτοῦ γνώμην ἐπὶ μόνης τῆς ἐννοίας τὸ ἦθος καταλείπῃ, οἱο῀ν εἰ ἔλεγες σὺ ἐνσημαινόμενος, ἔδοσαν δὲ οἱ θεοὶ καὶ ἐτίμησαν Χείρωνα, ὥσπερ χρή, δίκαιόν τε τὰ τοῦ καλοῦ πεποιημένον ἀγασθέντες αὐτοῦ, ὅτι δίκαιός τε ἦν καὶ τὴν ἄλλην ἀρετὴν ἐπετήδευεν:
(아리스티데스, 아일리오스, Ars Rhetorica, περὶ ἀφελοῦς λόγου., περὶ ἠθῶν. 8:1)
εἰ δὲ σὺ τὸ ἐναντίον συλλαβὼν ἔλεγες, ὡσεὶ ὅσοι μὲν τοὺς τοιούτους εἶναι λέγονται, οὓς ἂν ὁρῶσιν ἀρχαῖς τε καὶ τιμαῖς καὶ τοιαύταις δυνάμεσι πλέον τι τῶν ἄλλων ὑπεραίροντας, οὔ μοι δοκοῦσιν ὀρθῶς ποιεῖν, Κριτίου μᾶλλον ὁ τοιοῦτος τρόπος ἔδοξεν εἶναι ἤ τινος τῶν ἀρχαίων σοφιστῶν.
(아리스티데스, 아일리오스, Ars Rhetorica, περὶ ἀφελοῦς λόγου., περὶ ἠθῶν. 16:2)
εἰ μὲν οὖν ἐπλαγίαζες, οὕτως ἂν ἔλεγες:
(아리스티데스, 아일리오스, Ars Rhetorica, περὶ ἀφελοῦς λόγου., περὶ περιβολῆς. 5:3)
καὶ τοῦτο δὲ μετὰ σεμνότητος, ὅπου γε αὐτὸ τὸ κύριον λεχθὲν κινδυνεύει εὐτέλειαν ποιῆσαι, ὥσπερ εἰ ἔλεγες, οὐ μέντοι ἐκχυθῆναί γε, ἐνταῦθα ὁ δὲ ἀντὶ τοῦ κυρίου καὶ τοῦ κατ εἶδος ἐν γένει μεταβαλὼν εἶπεν, οὐ μέντοι παθεῖν γε οὐδέν.
(아리스티데스, 아일리오스, Ars Rhetorica, περὶ ἀφελοῦς λόγου., chapter 13 6:20)
τὰ γὰρ αἰσχρὰ αἰσχύνονται καὶ λέγοντες καὶ ποιοῦντες καὶ μέλλοντες, ὥσπερ καὶ Σαπφὼ πεποίηκεν, εἰπόντος τοῦ Ἀλκαίου θέλω τι εἰπῆν, ἀλλά με κωλύειαἰδώς, αἱ δ ἦχες ἐσθλῶν ἵμερον ἢ καλῶνκαὶ μή τι εἰπῆν γλῶσς ἐκύκα κακόναἰδώς κέν σε οὐκ εἶχεν ὄμματ,ἀλλ ἔλεγες περὶ τῶ δικαίω.
(아리스토텔레스, 수사학, Book 1, chapter 9 20:2)
ταὐτὸ δ ὄνομα "σὺ δ αὐτὸν καὶ ζῶντα ἔλεγες κακῶς καὶ νῦν γράφεις κακῶς" .
(아리스토텔레스, 수사학, Book 3, chapter 9 9:6)
οἵτινες ἀγαθοὶ γεγόνασιν ἢ εἰσὶ σωμάτων θεραπευταὶ ἔλεγές μοι πάνυ σπουδάζων, Θεαρίων ὁ ἀρτοκόπος καὶ Μίθαικος ὁ τὴν ὀψοποιίαν συγγεγραφὼς τὴν Σικελικὴν καὶ Σάραμβος ὁ κάπηλος, ὅτι οὗτοι θαυμάσιοι γεγόνασι σωμάτων θεραπευταί, ὁ μὲν ἄρτους θαυμαστοὺς παρασκευάζων, ὁ δὲ ὄψον, ὁ δὲ οἶνον.
(아테나이오스, The Deipnosophists, Book 3, book 3, chapter 78 1:2)
ἔπειτ, ὦ κατάρατε καὶ γραμματοκύφων, σὺ μὲν τῆς παρὰ τουτωνὶ τιμῆς καὶ φιλανθρωπίας ἔμ ἀποστερῆσαι βουλόμενος τρόπαια καὶ μάχας καὶ παλαί ἔργ ἔλεγες, ὧν τίνος προσεδεῖθ ὁ παρὼν ἀγὼν οὑτοσί·
(데모스테네스, Speeches 11-20, Περὶ τοῦ Στεφάνου 303:1)
καὶ μὴν οὐδὲ τοῦτ εἰπεῖν ὀκνήσω, ὅτι ὁ τὸν ῥήτορα βουλόμενος δικαίως ἐξετάζειν καὶ μὴ συκοφαντεῖν οὐκ ἂν οἱᾶ σὺ νῦν ἔλεγες, τοιαῦτα κατηγόρει, παραδείγματα πλάττων καὶ ῥήματα καὶ σχήματα μιμούμενος πάνυ γὰρ παρὰ τοῦτο, οὐχ ὁρᾷς·
(데모스테네스, Speeches 11-20, Περὶ τοῦ Στεφάνου 336:1)
ἑνὸς μέν, ὦ ἄνδρες Ἀθηναῖοι, μάλιστα καὶ πρώτου, ἵνα μηδεὶς ὑμῶν, ἐπειδάν τι λέγοντος ἀκούῃ μου τῶν πεπραγμένων, καὶ δοκῇ δεινὸν αὐτῷ καὶ ὑπερβάλλον εἶναι, εἶτα τότ οὐκ ἔλεγες παραχρῆμα ταῦτ οὐδ ἐδίδασκες ἡμᾶς·
(데모스테네스, Speeches 11-20, Περὶ τῆς Παραπρεσβείας 32:2)
ἀλλὰ μὴν καὶ ἔπη τοῖς δικασταῖς ἔλεγες, οὐδένα μάρτυρ ἔχων ἐφ οἷς ἔκρινες τὸν ἄνθρωπον παρασχέσθαι:
(데모스테네스, Speeches 11-20, Περὶ τῆς Παραπρεσβείας 318:1)
τί γὰρ δή ποτ, Εὔβουλε, Ἡγησίλεῳ μὲν κρινομένῳ, ὃς ἀνεψιός ἐστί σοι, καὶ Θρασυβούλῳ πρώην, τῷ Νικηράτου θείῳ, ἐπὶ μὲν τῆς πρώτης ψήφου οὐδ ὑπακοῦσαι καλούμενος ἤθελες, εἰς δὲ τὸ τίμημ ἀναβὰς ὑπὲρ μὲν ἐκείνων οὐδ ὁτιοῦν ἔλεγες, ἐδέου δὲ τῶν δικαστῶν συγγνώμην ἔχειν σοί·
(데모스테네스, Speeches 11-20, Περὶ τῆς Παραπρεσβείας? 377:1)

SEARCH

MENU NAVIGATION