- 문장 내 검색

헬라어 문장 내 검색 Language

"ἄνδρες Ἀθηναῖοι, τέθραμμαι μὲν ἐκ παιδὸς καὶ μειρακίου παρ ὑμῖν, οὐκ ἀφανεῖς δὲ διατριβὰς διατρίβω, ἀλλ ἐν ταῖς ἐκκλησίαις μεθ ὑμῶν ὁρῶμαι.?
(아이스키네스, 연설, κατὰ Τιμάρχου, section 1214)
ἐν δὲ ταῖς ἐκκλησίαις καὶ τοῖς δικαστηρίοις πολλάκις ἀφέμενοι τῶν εἰς αὐτὸ τὸ πρᾶγμα λόγων, ὑπὸ τῆς ἀπάτης καὶ τῶν ἀλαζονευμάτων ὑπάγεσθε, καὶ πάντων ἀδικώτατον ἔθος εἰς τοὺς ἀγῶνας παραδέχεσθε:
(아이스키네스, 연설, κατὰ Τιμάρχου, section 1784)
δημηγοροῦντος γάρ τινος ἐν τῇ τῶν Λακεδαιμονίων ἐκκλησίᾳ, ἀνδρὸς βεβιωκότος μὲν αἰσχρῶς, λέγειν δ εἰς ὑπερβολὴν δυνατοῦ, καὶ τῶν Λακεδαιμονίων, ὥς φασι, κατὰ τὴν ἐκείνου γνώμην ψηφίζεσθαι μελλόντων, παρελθών τις τῶν γερόντων, οὓς ἐκεῖνοι καὶ αἰσχύνονται καὶ δεδίασι, καὶ τὴν τῆς ἡλικίας αὐτῶν ἐπωνυμίαν ἀρχὴν μεγίστην εἶναι νομίζουσι, καθιστᾶσι δ αὐτοὺς ἐκ τῶν ἐκ παιδὸς εἰς γῆρας σωφρόνων, τούτων εἷς, ὡς λέγεται, παρελθὼν ἰσχυρῶς ἐπέπληξε τοῖς Λακεδαιμονίοις, καί τι τοιοῦτον κατ αὐτῶν ἐβλασφήμησεν, ὡς οὐ πολὺν χρόνον τὴν Σπάρτην ἀπόρθητον οἰκήσουσι, τοιούτοις ἐν ταῖς ἐκκλησίαις συμβούλοις χρώμενοι.
(아이스키네스, 연설, κατὰ Τιμάρχου, section 1803)
συκοφαντία δ ἐστίν, ὅταν πρὸς τοὺς πολλοὺς εἷς ἀνὴρ αἰτίαν ἐμβαλών, ἔν τε ταῖς ἐκκλησίαις ἁπάσαις πρός τε τὴν βουλὴν διαβάλλῃ τινά.
(아이스키네스, 연설, περὶ τῆς Παραπρεσβείας, section 1455)
μισθοφορῶν δ ἐν τῷ ξενικῷ κεναῖς χώραις, καὶ τὰ στρατιωτικὰ χρήματα κλέπτων, καὶ τοὺς μυρίους ξένους ἐκμισθώσας Ἀμφισσεῦσι, πολλὰ διαμαρτυρομένου καὶ σχετλιάζοντος ἐν ταῖς ἐκκλησίαις ἐμοῦ, προσέμειξε φέρων ἀναρπασθέντων τῶν ξένων τὸν κίνδυνον ἀπαρασκεύῳ τῇ πόλει.
(아이스키네스, 연설, κατὰ Κτησιφῶντος, section 1462)
ἐπειδὴ δὲ καὶ αὐτὸς ὁμολογεῖ ἐν ταῖς ἐκκλησίαις, καὶ ὑμεῖς σύνιστε, λοιπὸν ὑπομνῆσαι τοὺς περὶ τούτων κειμένους νόμους.
(아이스키네스, 연설, κατὰ Κτησιφῶντος, section 1753)
καὶ οὐκ ἀνέσχον ἔτι αἱ στάσεις ἐπὶ τῷδε τῷ μύσει, διαιρουμένων ἑκάστοτε σαφῶς ἐπ ἀλλήλοις καὶ ἐγχειρίδια πολλάκις φερόντων κτιννυμένης τέ τινος ἀρχῆς ἐκ διαστήματος ἐν ἱεροῖς ἢ ἐκκλησίαις ἢ ἀγοραῖς, δημάρχων ἢ στρατηγῶν ἢ ὑπάτων ἢ τῶν ἐς ταῦτα παραγγελλόντων ἢ τῶν ἄλλως ἐπιφανῶν.
(아피아노스, The Civil Wars, book 1, PROOIMION 2:2)
καὶ ὅταν ἄτοπόν τι προτείνῃ τοῖς ἀκούουσιν, ὃ μὴ ἂν ἑκόντες δέξαιντο, ὡς ἐν τῷ κατὰ Ἀριστογείτονος ἐπεξελθὼν τὰ συμβαίνοντα ἐν ταῖς ἐκκλησίαις, διὰ τὴν ἀπειρίαν τῶν τοιούτων ῥητόρων, σὺν βαρύτητι προέτεινε τὸ ἄτοπον, εἰ μὲν οὖν ὑμεῖς ταῦτα βούλεσθε καὶ μετὰ τῆς ἡμετέρας γνώμης οὗτοι ταῦτα ποιοῦσιν, ὁδῷ βαδίζειν καὶ ἐᾶν δεῖ.
(아리스티데스, 아일리오스, Ars Rhetorica, περὶ πολιτικοῦ λόγου, περὶ βαρύτητος. 4:1)
οὗτος ἁπάντων εὐεργέτης καὶ ἔφορος καὶ προστάτης, οὗτος πρύτανις καὶ ἡγεμὼν καὶ ταμίας ὄντων καὶ γιγνομένων ἁπάντων, οὗτος δοτὴρ ἁπάντων, οὗτος ποιητὴς, οὗτος ἐν μὲν ἐκκλησίαις καὶ δίκαις νίκην διδοὺς ἀγοραῖος κέκληται, ἐν δὲ μάχαις τροπαῖος, ἐν δὲ νόσοις καὶ πᾶσι καιροῖς βοηθῶν σωτὴρ, οὗτος ἐλευθέριος, οὗτος μειλίχιος:
(아리스티데스, 아일리오스, 연설, εἰς Δία 8:4)
ὁ δ ὑπὸ τοῦ θεοῦ κληθεὶς ὡς ἀναληψόμενος τὴν πόλιν ὑπὸ χρόνου κεκμηκυῖαν αὐτὸ τοῦτο ὅπερ ἐστὶν ἐποίησεν, ὥστ εἶναι λοιπὸν τὰ μὲν ἄλλα γένη τῆς πόλεως φάσκειν, τοῦδε δὲ τοῦ γένους τὴν πόλιν, καίτοι τοῦτό γε οὐκ ἐμὸς ὁ λόγος, ἀλλ ἡ πόλις αὐτὴ συνομολογεῖ καὶ κέκραγεν ἐν τοῖς βουλευτηρίοις, ἐν τοῖς θεάτροις, ἐν ταῖς ἐκκλησίαις, ἐν ᾧ μέρει καὶ φήσαις, ἐπεὶ καὶ πᾶν ὑπ ἐκείνου κεκόσμηται.
(아리스티데스, 아일리오스, 연설, Ἀπελλᾶ γενεθλιακός 2:8)
ἀλλ ἐν ταῖς ἐκκλησίαις καὶ τῇ τῶν κατὰ τὴν πόλιν διοικήσει·
(아리스티데스, 아일리오스, 연설, Παναθηναϊκός 106:4)
ἐδόκουν εἶναι περὶ τὴν ἑστίαν τοῦ Διὸς τοῦ Ὀλυμπίου καὶ πατρῴου, συλλόγου δὲ γιγνομένου δημοτελοῦς περὶ πλήθουσαν ἀγορὰν ἑστῶτα τὸν κήρυκα τὸν ἱερὸν παρ αὐτὴν τοῦ θεοῦ τὴν κρηπῖδα ἀνειπεῖν τοὐμὸν ὄνομα σὺν ἅπασι τοῖς περὶ αὐτὸ, ὡς δὴ δημοσίᾳ στεφανουμένου, ὥσπερ ὅταν ἐν ταῖς ἐκκλησίαις χρυσῷ στεφάνῳ στεφανώμεθα, προσθεῖναι δὲ ὅτι λόγων ἕνεκα:
(아리스티데스, 아일리오스, 연설, Ιἑροὶ λόγοι δ# 12:12)
οὐ μὴν ἀλλ ἐκείνοις μὲν, ὡς ἐοίκεν, ἐκ παλαιοῦ τὸ ἄλογον τοῦτο τῆς δυστυχίας συνείμαρται καὶ πολλάκις ἠλέγχθησαν οὐχ ὡς δεῖ διακείμενοι, ὑμῖν δὲ οὐδαμόθεν προσήκει τὸ νόσημα, οὓς ἡμεῖς, καὶ ὅτε ἦμεν παρ ὑμῖν, τότε ἑωρῶμεν κἀν ταῖς ἐκκλησίαις οὐ μόνον μιᾷ φωνῇ χρωμένους, ἀλλ εἰ οἱό῀ν τ εἰπεῖν, καὶ ἑνὶ ῥήματι ὡς τὸ πολὺ - ὀρθῶς γὰρ καὶ στεφάνου καὶ τοιαῦθ ὑμῖν ἤρκει καὶ τοὔνομα τοῦ δημηγοροῦντος ἀνειπεῖν ἐνίοτε, γάνυσθαι δὲ ἦν ὁρῶντα - καὶ ἀντὶ τῆς χειροτονίας τῷ νεύματι τῆς κεφαλῆς χρωμένους.
(아리스티데스, 아일리오스, 연설, Ῥοδίοις περὶ ὁμονοίας 15:4)
ἄτοπον γὰρ ἐν μὲν ταῖς ἐκκλησίαις μὴ τὸν πρῶτον εἰπόντα πιστεύεσθαι μηδ ἐν τοῖς δικαστηρίοις, ἀλλὰ τοῦτό γ εὖ εἰδέναι πάντας, ὅτι εἰ ταύτῃ ταῦτα κριθήσεται, τῶν φευγόντων οὐδεὶς ἀποφεύξεται:
(아리스티데스, 아일리오스, 연설, Πρὸς Πλάτωνα περὶ ῥητορικῆς 1:2)
ἆρ οὖν ὁ τοσοῦτον αἱρῶν τοὺς ῥήτορας, τὴν πειθὼ δὲ ἐπὶ τῶν χειλῶν ἔχων, τοσαύτης δὲ αἰδοῦς παρὰ πάντων τυγχάνων, τοιαῦτα δ ἀκηκοὼς ὑπὸ τῶν ἅπαντας ἐρευνώντων περὶ τἄλλα καὶ εἰς αὐτὸ τοῦτο κωμῳδούντων ὡς ἀδυνάτους εἰπεῖν, φλυαρίαν τινὰ καὶ λαλιὰν ἐπεδείκνυτο ἐν ταῖς ἐκκλησίαις, ἢ παντὸς ἀνδρὸς πρᾶγμα διεπράττετο, ἀλλ οὐ πολλῇ τινι τῇ περιουσίᾳ χρώμενος οὕτω διεγίγνετο, πόρρω μὲν αὐτὸς ὢν τοῦ ληρεῖν, πλεῖστον δὲ τοὺς ἄλλους ἐθίζων ἀπέχειν·
(아리스티데스, 아일리오스, 연설, Πρὸς Πλάτωνα ὑπὲρ τῶν τεττάρων? 15:3)

SEARCH

MENU NAVIGATION