- 문장 내 검색

헬라어 문장 내 검색 Language

ἐμβάλλεται μαρτυρίαν ψευδῆ καὶ ἐπιγράφεται μάρτυρας ἀνθρώπους οὓς οὐδ ὑμᾶς ἀγνοήσειν οἰόμαι, ἐὰν ἀκούσητε, Διότιμος Διοτίμου Ἰκαριεύς, Ἀρχεβιάδης Δημοτέλους Ἁλαιεύς, Χαιρήτιος Χαιριμένους Πιθεὺς μαρτυροῦσιν ἀπιέναι ἀπὸ δείπνου μετὰ Κόνωνος, καὶ προσελθεῖν ἐν ἀγορᾷ μαχομένοις Ἀρίστωνι καὶ τῷ υἱεῖ τῷ Κόνωνος, καὶ μὴ πατάξαι Κόνωνα Ἀρίστωνα, ὡς ὑμᾶς εὐθέως πιστεύσοντας, τὸ δ ἀληθὲς οὐ λογιουμένους, ὅτι πρῶτον μὲν οὐδέποτ ἂν οὔθ ὁ Λυσίστρατος οὔθ ὁ Πασέας οὔθ ὁ Νικήρατος οὔθ ὁ Διόδωρος, οἳ διαρρήδην μεμαρτυρήκασιν ὁρᾶν ὑπὸ Κόνωνος τυπτόμενον ἐμὲ καὶ θοἰμάτιον ἐκδυόμενον καὶ τἄλλ ὅς ἔπασχον ὑβριζόμενον, ἀγνῶτες ὄντες κἀπὸ ταὐτομάτου παραγενόμενοι τῷ πράγματι τὰ ψευδῆ μαρτυρεῖν ἠθέλησαν, εἰ μὴ ταῦθ ἑώρων πεπονθότα:?
(데모스테네스, Speeches 51-61, Κατὰ Κόνωνος Αἰκείας? 45:1)

SEARCH

MENU NAVIGATION