- 문장 내 검색

헬라어 문장 내 검색 Language

ἐγὼ δὲ τὸν σύμβουλον τὸν ἀγαθὸν καὶ τὸν ἄξιον προεστάναι πόλεώς φημι δεῖν πρὸς ἅπαντα μὲν ἁπλῶς παρεσκευάσθαι τὰ δοκοῦντα δυσχερῆ, μάλιστα δὲ πρὸς τὰς λοιδορίας καὶ τὴν τοῦ πλήθους ὀργήν, καὶ ταῖς ἄκραις ὅμοιον ταῖς ποιούσαις τοὺς λιμένας, αἵτινες ἅπασαν ἐκδέχονται τὴν βίαν τῆς θαλάττης, τὸ δὲ ἐντὸς ἀκίνητον καὶ γαληνὸν φυλάττουσι, κἀκεῖνον ἐκκεῖσθαι τῷ δήμῳ, κἂν ὀργισθῆναί ποτε θέλῃ κἂν κακῶς εἰπεῖν κἂν ὁτιοῦν ποιῆσαι, πάσχειν δὲ μηδὲν ὑπὸ τῶν τοιούτων θορύβων, μήτε ἂν ἐπαινῆται, διὰ τοῦτο ἐπαίρεσθαι, μήτε ἂν ὑβρίζεσθαι δοκῇ, ταπεινοῦσθαι.?
(디오, 크리소토모스, 연설, ΤΑΡΣΙΚΟΣ ΔΕΥΤΕΡΟΣ. 43:1)
παρὰ δὲ τούτων τὸν ὀροβίτην λίθον αἱ γυναῖκες καὶ οἱ πρεσβύτεροι τῶν ἀνδρῶν ἐκδέχονται, καὶ μύλων ἑξῆς πλειόνων ὄντων ἐπὶ τούτους ἐπιβάλλουσι, καὶ παραστάντες ἀνὰ τρεῖς ἢ δύο πρὸς τὴν κώπην ἀλήθουσιν, ἑώς ἂν εἰς σεμιδάλεως τρόπον τὸ δοθὲν μέτρον κατεργάσωνται.
(디오도로스 시켈로스, Bibliotheca Historica, book 3, chapter 13 2:1)
ἐκδέχονται δὲ ταύτην τὴν παράλιον ἀέριοι θῖνες ἅμμου κατά τε τὸ μῆκος καὶ τὸ πλάτος, μέλανες τὴν χρόαν.
(디오도로스 시켈로스, Bibliotheca Historica, book 3, chapter 44 6:3)
παρὰ δὲ τούτων ἐκδέχονται τῶν ἀνδρῶν τὴν ὕπατον ἀρχὴν Πόπλιος Οὐαλέριος ὁ κληθεὶς Ποπλικόλας τὸ τέταρτον ἄρχειν αἱρεθεὶς καὶ Τῖτος Λουκρήτιος τὸ δεύτερον τῷ Οὐαλερίῳ συνάρχων.
(디오니시오스, Antiquitates Romanae, Books IV-VI, book 5, chapter 40 1:1)
ἐπιόντα γὰρ αὐτὸν οἱ Ιὠταπατηνοὶ προαισθόμενοι πρὸ τῆς πόλεως ἐκδέχονται, καὶ τοῖς Ῥωμαίοις συρραγέντες ἀδοκήτοις πολλοὶ καὶ πρὸς μάχην ἕτοιμοι πρόθυμοί τε ὡς ἂν ὑπὲρ κινδυνευούσης πατρίδος καὶ γυναικῶν καὶ τέκνων, τρέπονται ταχέως.
(플라비우스 요세푸스, De bello Judaico libri vii, Φλαυίου Ιὠσήπου ἱστορία Ιοὐδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους βιβλίον γ. 141:2)
"πολλοὶ δ ἕκαστον ἀγῶνες ἐκδέχονται δι ἡμέρας, γυμνάσια δ ὡς ἔπος εἰπεῖν ἅπαντας:
(플루타르코스, Quaestiones Convivales, book 3, Περὶ καιροῦ συνουσίας.? 18:24)

SEARCH

MENU NAVIGATION