살아있는 헬라어
헬라어 입력기 & 발음변환기
베타코드 변환기
알파벳과 발음
알파벳
모음의 발음
자음의 발음
모음의 생략
악센트
접어와 악센트
문법
명사와 성, 수, 격
격의 쓰임
관사
곡용
형용사
헬라어 사전
그-한 사전
한-그 사전
단어 색인
헬라어 텍스트
텍스트
텍스트 검색
문장 내 검색
살아있는 라틴어
헬라어 텍스트
헬라어 텍스트
문장 내 검색
헬라어 텍스트
- 텍스트
- 텍스트 검색
- 문장 내 검색
- 문장 내 검색
헬라어 텍스트
- 텍스트
- 텍스트 검색
- 문장 내 검색
헬라어 텍스트
텍스트
텍스트 검색
문장 내 검색
헬라어 문장 내 검색
Language
English
한국어
헬라어로 검색
한국어로 검색
τὸ γὰρ τοσαύτην μὲν προθυμίαν παρεχομένους ὑπὲρ τῆς ἁπάντων σωτηρίας, τοσαύτην δὲ
εἰσφορὰν
εἰσενεγκόντας τῇ κοινῇ χρείᾳ, πάντα δὲ αὐτοὺς ὄντας, καὶ τῶν μὲν πραγμάτων εἰς τὴν θάλατταν καὶ τὰς ναῦς, τῶν δ ἐν ταῖς ναυσὶν εἰς τὴν πόλιν ἀνακειμένων, τῶν δ ἄλλων, ὥσπερ χειμῶνος ὡρ´ᾳ, καταφευγόντων πρὸς τὴν ἐκείνων δύναμιν καὶ ἐπὶ τῆς ἐκείνων ἀρετῆς τε καὶ τύχης ὁρμούντων, καὶ μηδ ἂν αὐτῶν, ὅπερ εἶπον, ἐξάρνων γιγνομένων ὡς οὐχ οὕτως ταῦτ ἔχει, τοσοῦτον πραότητος καὶ μεγαλοψυχίας προσθεῖναι ὥσθ ἑτέροις ἡγεῖσθαι συγχωρῆσαι τὴν ἐπὶ σχήματος ἡγεμονίαν, καὶ μὴ φιλονεικῆσαι, μηδὲ ἃ κἂν οἱ νωθρότατοι τὴν φύσιν εἶπον, κἂν ὑπὲρ αὐτῶν ἕτεροι μηδὲν μήτε φθέγξασθαι μήτε μελλῆσαι μήθ ὅλως φωνὴν ἔχουσιν ἐοικότας ὀφθῆναι τούτων ἕνεκα, πῶς οὐ πᾶσαν ἤδη σοφίαν παρ ἐκείνοις οὖσαν ὡς ἀληθῶς ἀποφαίνει καὶ πάντων ἄνδρας ἀρίστους ἐκείνους καὶ κατὰ ἔθνη καὶ καθ ἕνα καὶ ὁπωσοῦν ἐξετάζοντι·
?
(아리스티데스, 아일리오스, 연설,
Παναθηναϊκός
44:6)
τοσούτῳ γὰρ ἡμεῖς λυσιτελέστεροι σοῦ τῷ δήμῳ γεγόναμεν ὅσῳ σὺ μὲν οὔτε χεῖρον οὔτε βέλτιον οὐδὲν οὔτ εἶπας οὔτ ἔπραξας, ἀλλ ἀπώκνησας ἁπλῶς, ἡμεῖς δ ὅσον ἧκεν ἐφ ἡμᾶς οὐ καθυφείκαμεν, ἀλλ ὥσπερ χρημάτων
εἰσφορὰν
πλήρη τὴν ἀπὸ τῶν λογισμῶν καὶ τῶν λόγων παρεσχόμεθα τῇ πατρίδι, καὶ οὔτε πλῆθος τῶν τἀναντία ἐρούντων ὠκνήσαμεν οὔτ ἰσχὺν πλουσίων κατεδείσαμεν, οἷς ἀναγκαῖον ἦν τὸν ὑπὲρ τῶν κοινῶν πράττοντα προσκρούειν, οὔτε δικαστὰς οὔτε κινδύνους οὔτε τοὺς οἴκοι οὔτε τοὺς ἔξω πρὸς τοὺς πολεμίους οὔθ ὅλως τὰ τῆς τύχης καὶ τοῦ μέλλοντος ἄδηλα.
(아리스티데스, 아일리오스, 연설,
Πρὸς Πλάτωνα περὶ ῥητορικῆς
81:15)
δίκαιον μὲν ἀνθ ὧν κοινῇ πάντας λειτουργεῖν ἀναγκάζει, ὅπερ ἐστὶ δημοκρατουμένων ὡς ἀληθῶς καὶ τὴν ἰσότητα διὰ πάντων τιμώντων, ἀλλὰ μὴ δι ἀτελείας τὴν ἀναγκαίαν καὶ δημοτελῆ ταύτην
εἰσφορὰν
παραιτεῖσθαι, ὥσπερ δεδιότας μὴ δόξωμεν εὖ ποιεῖν τὴν ἡμῶν αὐτῶν.
(아리스티데스, 아일리오스, 연설,
Πρὸς Δημοσθένη περὶ ἀτελείας
9:2)
μᾶλλον δὲ ἢν ἀκριβῶς ἐξετάσῃς, εὑρήσεις καὶ τὸ τὰς πόλεις ἐξ ἀρχῆς γεγενῆσθαι λειτουργίαν ἄντικρυς οὖσαν καὶ οἱό῀ν τινα κοινὴν τῶν ἀνθρώπων ἐπὶ συστάσει τῆς οἰκουμένης δήπουθεν
εἰσφοράν
:
(아리스티데스, 아일리오스, 연설,
Πρὸς Δημοσθένη περὶ ἀτελείας
11:7)
ἀλλ ἢν τὰ παρ ἡμῶν ποτ ἐλλείπῃ καὶ μὴ τὴν νομιζομένην ταύτην εἰσφέρωμεν
εἰσφορὰν
, ἐναγεῖς εὐθὺς ἡμεῖς καὶ μιαροὶ καὶ προδόται τοῦ θείου καὶ κακῶν κάκιστοι, καὶ δεῖ δοῦναι δίκην, κατὰ τὸν Σωφρονίσκου Σωκράτη.
(아리스티데스, 아일리오스, 연설,
Πρὸς Λεπτίνην ὑπὲρ ἀτελείας
54:1)
ἡ γὰρ αὐτὴ πολλάκις ἔχει τὸ τέλος καὶ τὴν
εἰσφοράν
, ἢ προκάθηται τοῦ πλήθους, ὅπου κύριός ἐστιν ὁ δῆμος:
(아리스토텔레스, 정치학, Book 6 133:3)
πολὺ γὰρ δήπου μεῖζόν ἐστ ἀδίκημα γράφειν παρὰ τοὺς νόμους ἢ τὴν
εἰσφορὰν
μὴ τιθέναι.
(데모스테네스, Speeches 21-30,
Κατὰ Ἀνδροτίωνος Παρανόμων
56:2)
πότερ οὖν οἰέσθε τούτων ἕκαστον μισεῖν καὶ πολεμεῖν αὐτῷ διὰ τὴν
εἰσφορὰν
ταύτην, ἢ τὸν μὲν αὐτῶν, ὅτι πάντων ἀκουόντων ὑμῶν ἐν τῷ δήμῳ δοῦλον ἔφη καὶ ἐκ δούλων εἶναι καὶ προσήκειν αὐτῷ τὸ ἕκτον μέρος εἰσφέρειν μετὰ τῶν μετοίκων, τῷ δὲ παῖδας ἐκ πόρνης εἶναι, τοῦ δὲ τὸν πατέρ ἡταιρηκέναι, τοῦ δὲ τὴν μητέρα πεπορνεῦσθαι, τὸν δ ἀπογράφειν ὅς ὑφείλετ ἐξ ἀρχῆς, τὸν δὲ τὸ δεῖνα, τὸν δ ὁμοῦ ῥητὰ καὶ ἄρρητα κακά, ἑξῆς ἅπαντας·
(데모스테네스, Speeches 21-30,
Κατὰ Ἀνδροτίωνος Παρανόμων
76:1)
ἐγὼ μὲν γὰρ οἶδ ὅτι πάντες, εἰς οὓς ἐπαρῴνησεν οὗτος, τὴν μὲν
εἰσφορὰν
ἕκαστος ἀναγκαῖον ἀνάλωμ ὑπελάμβανεν εἶναι, τοιαῦτα δ ἀτιμασθεὶς καὶ προπηλακισθεὶς χαλεπῶς ἐνήνοχεν.
(데모스테네스, Speeches 21-30,
Κατὰ Ἀνδροτίωνος Παρανόμων
77:1)
εἰ γάρ τις ἔροιτ αὐτὸν πότερ αὐτῷ δοκοῦς ἀδικεῖν μᾶλλον τὴν πόλιν οἱ γεωργοῦντες καὶ φειδόμενοι, διὰ παιδοτροφίας δὲ καὶ οἰκεῖ ἀναλώματα καὶ λῃτουργίας ἑτέρας ἐλλελοιπότες
εἰσφοράν
, ἢ οἱ τὰ τῶν ἐθελησάντων εἰσενεγκεῖν χρήματα καὶ τὰ παρὰ τῶν συμμάχων κλέπτοντες καὶ ἀπολλύντες, οὐκ ἂν εἰς τοῦτο τόλμης δήπου, καίπερ ὢν ἀναιδής, ἔλθοι, ὥστε φῆσαι τοὺς τὰ ἑαυτῶν μὴ εἰσφέροντας μᾶλλον ἀδικεῖν ἢ τοὺς τὰ κοίν ὑφαιρουμένους.
(데모스테네스, Speeches 21-30,
Κατὰ Ἀνδροτίωνος Παρανόμων
81:2)
εἰ γάρ τις ἔροιτ αὐτοὺς πότερ αὐτοῖς δοκοῦς ἀδικεῖν μᾶλλον τὴν πόλιν οἱ γεωργοῦντες καὶ φειδόμενοι, διὰ παιδοτροφίας δὲ καὶ οἰκεῖ ἀναλώματα καὶ λῃτουργίας ἑτέρας ἐλλελοιπότες
εἰσφοράν
, ἢ οἱ τὰ τῶν ἐθελησάντων εἰσενεγκεῖν χρήματα καὶ τὰ παρὰ τῶν συμμάχων κλέπτοντες καὶ ἀπολλύντες, οὐκ ἂν εἰς τοῦτο δήπου τόλμης, καίπερ ὄντες ἀναιδεῖς, ἔλθοιεν, ὥστε φῆσαι τοὺς τὰ ἑαυτῶν μὴ εἰσφέροντας μᾶλλον ἀδικεῖν ἢ τοὺς τὰ κοίν ὑφαιρουμένους.
(데모스테네스, Speeches 21-30,
Κατὰ Τιμοκράτους
242:2)
καὶ οὐκ ἀπόχρη τοῦτο, ἀλλὰ καὶ διπλᾶ πράττονται, καὶ ταῦθ ὑπὸ σοῦ καὶ Ἀνδροτίωνος, οἳ μίαν
εἰσφορὰν
οὐδεπώποτ εἰσενηνόχατε.
(데모스테네스, Speeches 21-30,
Κατὰ Τιμοκράτους
272:2)
πρῶτον μὲν οὖν ὡς συνετιμήσανθ ὑπὲρ ἐμοῦ ταύτην τὴν
εἰσφορὰν
εἰς τὴν συμμορίαν, παρέξομαι τούτων μάρτυρας, ἔπειθ ὅτι οὐ πένητα κατέλιπέν μ ὁ πατὴρ οὐδ ἑβδομήκοντα μνῶν οὐσίαν κεκτημένον, ἀλλὰ τοσαύτην ὅσην οὐδ αὐτοὶ οὗτοι ἀποκρύψασθαι διὰ τὸ μέγεθος πρὸς τὴν πόλιν ἐδυνήθησαν.
(데모스테네스, Speeches 21-30,
Κατὰ Ἀφόβου Ἐπιτροπῆς Α
10:1)
ταύτην ἠξίουν εἰσφέρειν τὴν
εἰσφοράν
.
(데모스테네스, Speeches 21-30,
Κατὰ Ἀφόβου Ἐπιτροπῆς Α
12:2)
ἀλλὰ μὴν ἔκ γε τῆς οἰκίας καὶ τῶν τεττάρων καὶ δέκ ἀνδραπόδων καὶ τῶν τριάκοντα μνῶν, ἅ μοι παρεδώκατε, τὴν
εἰσφορὰν
οὐχ οἱό῀ν τε γενέσθαι τοσαύτην ὅσην ὑμεῖς συνετάξασθε πρὸς τὴν συμμορίαν.
(데모스테네스, Speeches 21-30,
Κατὰ Ἀφόβου Β
?
11:3)
1
/
0
페이지
SEARCH
MENU NAVIGATION
살아있는 헬라어
헬라어 입력기 & 발음변환기
베타코드 변환기
알파벳과 발음
알파벳
모음의 발음
자음의 발음
모음의 생략
악센트
접어와 악센트
문법
명사와 성, 수, 격
격의 쓰임
관사
곡용
형용사
헬라어 사전
그-한 사전
한-그 사전
단어 색인
헬라어 텍스트
텍스트
텍스트 검색
문장 내 검색
살아있는 라틴어
헬라어 보기 모드
X
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
To Top