- 문장 내 검색

헬라어 문장 내 검색 Language

ὁ δ εἰσάγων ἦν ὑμᾶς εἰς τὰς Θήβας καιρὸς καὶ φόβος καὶ χρεία συμμαχίας, ἀλλ οὐ Δημοσθένης.?
(아이스키네스, 연설, κατὰ Κτησιφῶντος, section 1411)
καὶ πάλιν τὰς εὐεργεσίας τοῦ Ἐπικέρδους εἰσάγων τὸ ἐν γένει προλαβὼν οὕτως εἰσήγαγε κατ εἶδος [τὸ ἐν γένει] ἀλλὰ τῷ παρὰ τοιοῦτον καιρόν, ἐν ᾧ καὶ τῶν εὖ πεπονθότων ἔργον ἦν εὑρεῖν ἐθέλοντά τινα ὧν εὐεργέτητο μεμνῆσθαι.
(아리스티데스, 아일리오스, Ars Rhetorica, περὶ πολιτικοῦ λόγου, περὶ περιβολῆς. 3:3)
περιβολὴν δὲ ποιεῖς καὶ ὅταν εἰσάγων τι παρ αὑτοῦ, οἱο῀ν Κόνων ὑμᾶς τοσαῦτα εὐεργέτησε, μὴ εὐθὺς εἴπῃς τί ἐποίησεν, ἀλλὰ προλαβὼν ἐκ τίνων τίνα ἐποίησε, πῶς ἐχόντων ἐποίησεν, ὡς ἐν τῷ πρὸς Λεπτίνην τὸ μὲν εὐεργέτημα κατεναυμάχησεν, ὁ δὲ πρὶν τοῦτο εἰπεῖν προλαβὼν προσηγάγετο, καὶ πῶς ἐχόντων τί ἐποίησεν μετὰ τὴν τοῦ δήμου κάθοδον, τὴν ἐκ Πειραιῶς, ἀσθενοῦς ἡμῶν τῆς πόλεως οὔσης καὶ ναῦν οὐδεμίαν κεκτημένης, στρατηγῶν βασιλεῖ, παρ ἡμῶν οὐδ ἡντιναοῦν ἀφορμὴν λαβών, νῦν τὸ γενόμενον ὑπ αὐτοῦ κατεναυμάχησε Λακεδαιμονίους.
(아리스티데스, 아일리오스, Ars Rhetorica, περὶ πολιτικοῦ λόγου, περὶ περιβολῆς. 10:1)
καὶ νὴ Δί εἴ γέ τις αὐτὸν ἐρωτῴη καὶ ἀναποδίζοι καθ ἕκαστον ἐξ ἀρχῆς, ὥσπερ Πλάτων εἰώθεν ἐρωτᾷν, τί διδάσκων ἢ τί συμβουλεύων ἐποίει βελτίους Ἀθηναίους, ἢ πῶς ἄγων καὶ τρέφων ἐκ νέων εὐθὺς, ἢ ποῖ ἄττα ἔθη καὶ ἐπιτηδεύματα εἰς τὴν πόλιν εἰσάγων, φαίημεν ἂν οὐκ ἀπορήσειν αὐτὸν μετρίας καὶ ἀληθοῦς ἀποκρίσεως, ἀλλ ἀποκρινεῖσθαι ταυτὶ, καὶ παραγράψομεν τοῖς ἔπεσι Μιλτιάδου ἀποκρίσεις:
(아리스티데스, 아일리오스, 연설, Πρὸς Πλάτωνα ὑπὲρ τῶν τεττάρων 46:11)
ὅτι δ οὐδὲν τῶν δεόντων καὶ ὧν τοῖς πράγμασι μάλιστα δεῖ, ἀλλ ἃ μὴ χρὴ, συμβουλεύει, καὶ παρὰ τοὺς κειμένους τῇ πόλει νόμους καινοτομεῖ, καινούς τινας αὐτὸς εἰς τὴν πολιτείαν εἰσάγων, νῦν ἐμοῦ λέγοντος εἴσεσθε.
(아리스티데스, 아일리오스, 연설, Πρὸς Λεπτίνην ὑπὲρ ἀτελείας 4:5)
κἀγὼ μὲν τοιοῦτος ἀνὴρ ὢν ποιητὴς οὐ κομῶ, οὐδ ὑμᾶς ζητῶ ξαπατᾶν δὶς καὶ τρὶς ταὔτ εἰσάγων, ἀλλ ἀεὶ καινὰς ἰδέας ἐσφέρων σοφίζομαι, οὐδὲν ἀλλήλαισιν ὁμοίας καὶ πάσας δεξιάς:
(아리스토파네스, Clouds, Parabasis, parabasis13)
ἀλλ εἰσάγων σε βούλομαι πρῶτον ἑστιᾶσαι.
(아리스토파네스, Clouds, Lyric-Scene, monody2)
οἰκεῖα πράγματ εἰσάγων, οἷς χρώμεθ, οἷς ξύνεσμεν, ἐξ ὧν γ ἂν ἐξηλεγχόμην:
(아리스토파네스, Frogs, Agon, Epirrheme 1:15)
δῆσον αὐτὸν εἰσάγων ὦ τοξότ ἐν τῇ σανίδι, κἄπειτ ἐνθαδὶ στήσας φύλαττε καὶ προσιέναι μηδένα ἐά πρὸς αὐτόν, ἀλλὰ τὴν μάστιγ ἔχων παῖ ἢν προσίῃ τις.
(아리스토파네스, Thesmophoriazusae, Episode 1:33)
Τελέσφορον γὰρ ἕνα τῶν ὑπάρχων αὐτοῦ, ἐπειδὴ ἔσκωψέ ποτε ἐν συμποσίῳ τὴν Ἀρσινόην γυνὴ δ ἦν τοῦ Λυσιμάχου ὡς ἐμετικὴν οὖσαν, εἰπών κακῶν κατάρχεις τήνδ ἐμοῦσαν εἰσάγων, ὁ Λυσίμαχος ἀκούσας ἐμβληθῆναι αὐτὸν ἐκέλευσεν εἰς γαλεάγραν καὶ δίκην θηρίου περιφερόμενον καὶ τρεφόμενον, κολαζόμενον οὕτως ἐποίησεν ἀποθανεῖν, σὺ δέ, ὦ Οὐλπιανέ, εἰ τὴν γαλεάγραν ζητεῖς, ἔχεις παρ Ὑπερείδῃ τῷ ῥήτορι:
(아테나이오스, The Deipnosophists, Book 14, book 14, chapter 6 1:2)
περιστέρια γὰρ εἰσάγων καὶ στρουθία.
(아테나이오스, The Deipnosophists, Book 14, book 14, chapter 69 1:7)
ἀλλ οὐδ αἰσχύνει φθόνου δίκην εἰσάγων, οὐκ ἀδικήματος οὐδενός, καὶ νόμους μεταποιῶν, τῶν δ ἀφαιρῶν μέρη, οὓς ὅλους δίκαιον ἦν ἀναγιγνώσκεσθαι τοῖς γ ὀμωμοκόσιν κατὰ τοὺς νόμους ψηφιεῖσθαι·
(데모스테네스, Speeches 11-20, Περὶ τοῦ Στεφάνου 179:5)
πρὶν γὰρ εἰσελθεῖν εἰς ὑμᾶς καὶ λόγον δοῦναι τῶν πεπραγμένων τὸν μὲν ἀνῄρηκε τῶν ἐπὶ τὰς εὐθύνας ἐλθόντων, τοῖς δ ἀπειλεῖ περιιών, δεινότατον πάντων ἔθος εἰς τὴν πολιτείαν εἰσάγων καὶ ἀσυμφορώτατον ὑμῖν:
(데모스테네스, Speeches 11-20, Περὶ τῆς Παραπρεσβείας 4:2)
οὗτος Φιλοκράτει συναπελογεῖτο τῷ γράψαντι πρὸς Φίλιππον εἰρήνην, δι ἣν ὑμεῖς ἐκεῖνον ἐξεβάλετε, καὶ ζεύγη τοῖς πρέσβεσιν ἐμισθώσατο τοῖς μετ Ἀντιπάτρου δεῦρ ἐλθοῦσιν, ἀναλαμβάνων αὐτοὺς καὶ τὸ κολακεύειν τοὺς Μακεδόνας πρῶτος εἰς τὴν πόλιν εἰσάγων.
(디나르코스, 연설, Κατὰ Δημοσθένους 34:1)
Ἀδικεῖ, φησί, Σωκράτης, τοὺς νέους διαφθείρων καὶ οὓς μὲν ἡ πόλις θεοὺς τιμᾷ μὴ τιμῶν, ἕτερα δὲ εἰσάγων καινὰ δαιμόνια:
(디오, 크리소토모스, 연설 (2), ΠΟΛΙΤΙΚΟΣ ΕΝ ΤΗΙ ΠΑΤΡΙΔΙ.? 16:3)

SEARCH

MENU NAVIGATION