- 문장 내 검색

헬라어 문장 내 검색 Language

μετ ὀλίγον δὲ τῶν περὶ Πτολεμαῖον καὶ Σέλευκον περιιππευσάντων τὸ κέρας καὶ βιαιότερον ἐπενεχθέντων ὀρθαῖς ταῖς εἴλαις συνέστη καρτερὰ μάχη διὰ τὰς ἑκατέρων προθυμίας.?
(디오도로스 시켈로스, Bibliotheca Historica, Books XVIII-XX, book 19, chapter 83 4:1)
διὸ καὶ πολλῶν ἡγεμόνων ἀναιρεθέντων καὶ τῶν Περσικῶν τάξεων ἁπασῶν ὑπὸ τῶν Μακεδόνων ἡττωμένων πρῶτον μὲν οἱ κατὰ τὸν Ἀλέξανδρον τεταγμένοι φυγεῖν ἠναγκάσθησαν, μετὰ δὲ ταῦτα καὶ τῶν ἄλλων τραπέντων ὁ μὲν βασιλεὺς ὁμολογούμενον τῆς ἀνδραγαθίας τὸ πρωτεῖον ἀπηνέγκατο καὶ τῆς ὅλης νίκης ἔδοξε μάλιστ αἴτιος γεγονέναι, μετὰ δὲ τοῦτον οἱ τῶν Θετταλῶν ἱππεῖς ἄριστα ταῖς εἴλαις χρώμενοι καὶ διαφόρως ἀγωνισάμενοι μεγάλην ἐπ ἀνδρείᾳ δόξαν ἔσχον.
(디오도로스 시켈로스, Library, book xvii, chapter 19 19:1)
καὶ γὰρ Μαζαῖος ὁ τῶν ἱππέων ἡγούμενος πυκναῖς ταῖς εἴλαις σὺν τοῖς δρεπανηφόροις ἐπήλαυνε, καταπληκτικωτέραν ποιῶν τὴν ἐπιφορὰν τῶν δρεπανηφόρων.
(디오도로스 시켈로스, Library, book xvii, chapter 57 10:2)
ὁ δὲ Παρμενίων ταῖς τῶν Θετταλῶν εἴλαις χρώμενος ἐμπειρότατα καὶ πολλοὺς καταβαλὼν μόλις ἐτρέψατο τοὺς βαρβάρους, μάλιστα καταπλαγέντας τῇ κατὰ τὸν Δαρεῖον φυγῇ.?
(디오도로스 시켈로스, Library, book xvii, chapter 60 8:1)

SEARCH

MENU NAVIGATION