- 문장 내 검색

헬라어 문장 내 검색 Language

ἔτι δὲ περὶ τροφῆς, πόση δαπάνη ἱκανὴ τῇ πόλει καὶ ποία, ἡ αὐτοῦ τε γιγνομένη καὶ <ἡ> εἰσαγώγιμος, καὶ τίνων τ ἐξαγωγῆς δέονται καὶ τίνων <καὶ παρὰ τίνων> εἰσαγωγῆς, ἵνα πρὸς τούτους καὶ συνθῆκαι καὶ συμβολαὶ γίγνωνται:?
(아리스토텔레스, 수사학, Book 1, chapter 4 11:1)
ἐξ ἀρχῆς οὖν ἅπαντα τὰ πραχθέντα τούτῳ πρὸς Πασίωνα καὶ Ἀπολλόδωρον ὡς ἂν δύνωμαι διὰ βραχυτάτων εἰπεῖν πειράσομαι, ἐξ ὧν εὖ οἶδ ὅτι ἥ τε τούτου συκοφαντία φανερὰ γενήσεται, καὶ ὡς οὐκ εἰσαγώγιμος ἡ δίκη γνώσεσθ ἅμα ταῦτ ἀκούσαντες.
(데모스테네스, Speeches 31-40, Παραγραφὴ ὑπὲρ Φορμίωνος 4:2)
παρασχόμενος δὲ μάρτυρας οἳ παρῆσαν ἡνίκ ἀφιέμην ὑπὸ τούτου καὶ ἀπηλλαττόμην, ὡς οὐκ εἰσαγώγιμος ἐκ τῶν νόμων ἐστὶν ἡ δίκη, μετὰ ταῦτ ἐπιδείξω.
(데모스테네스, Speeches 31-40, Παραγραφὴ πρὸς Πανταίνετον 22:2)
ὡς μὲν οὖν οὔτ ἠδίκηκα τοῦτον οὐδὲν οὔτ εἰσαγώγιμος ἐκ τῶν νόμων ἐστὶν ἡ δίκη, ταῦτ ἄν τις σκοπῶν ῥᾳδίως γνοίη.
(데모스테네스, Speeches 31-40, Παραγραφὴ πρὸς Πανταίνετον? 66:1)

SEARCH

MENU NAVIGATION