- 문장 내 검색

헬라어 문장 내 검색 Language

εἰ δὲ ἐπιτρέπειν ἐθέλοι πόλει τινὶ ἴσῃ καὶ ὁμοίᾳ περὶ τῶν ἐγκλημάτων, οὐκ εἶναι κριτὴν ἴσον ἡμῖν ἔφη καὶ Φιλίππῳ.?
(아이스키네스, 연설, κατὰ Κτησιφῶντος, section 831)
τοὺς δὴ κατεγνωκότας ἀλλήλων μηδαμῶς ὑμεῖς οἱ κοινοὶ κριταὶ τῶν ἐγκλημάτων ἀπολύσητε.
(아이스키네스, 연설, κατὰ Κτησιφῶντος, section 2143)
ζήλου τε καὶ φθόνου καὶ δέους μᾶλλον ἢ ἐγκλημάτων οὐδὲν ὁ Εὐμένης ἀπολιπών, ἐκέλευε τὴν σύγκλητον ὑφορᾶσθαι νέον ἐχθρὸν εὐδοκιμοῦντα καὶ γειτονεύοντα.
(아피아노스, The Foreign Wars, chapter 10:4)
φανήσεται γὰρ ἃ μὲν διαφερόντως ἐβουλεύσατο ἑνὸς ἀνδρὸς ἤθει κεχρημένος τοῦ βελτίστου, ἃ δ ἐγκαλοῦσί τινες, οὐ τῇ κοινῇ φύσει τῶν ἀνθρώπων ἐξαμαρτὼν, ἀλλὰ τῇ τῆς ἀρχῆς ἀκολουθήσας ἀνάγκῃ, καὶ δυνάμει μὲν ἄρχων καταστὰς τὸ ἐξ ἀρχῆς, φιλανθρωπίᾳ δὲ τὸ τῆς ἀρχῆς δεδοικὸς ἑκὼν μεθεὶς καὶ σχεδὸν αὐτὸς αὑτῷ τῶν ἐγκλημάτων αἴτιος γεγονώς.
(아리스티데스, 아일리오스, 연설, Παναθηναϊκός 86:6)
ἐντεῦθεν δὲ ἤδη τῶν μὲν ἐγκλημάτων ἐπαύσαντο ἰατροὶ καὶ ἐθαύμαζον ὑπερφυῶς ἐφ ἑκάστῳ τοῦ θεοῦ τὴν πρόνοιαν, καὶ ὡς ἕτερόν τι ἦν ἄρα μεῖζον, ὃ λάθρα ἰᾶτο, τὸ δὲ τοῦ κόλπου τίνα ἂν τρόπον κατασταίη διεσκοποῦντο:
(아리스티데스, 아일리오스, 연설, Ιἑροὶ λόγοι α# 16:10)
μηδαμῶς, ὦ ἄνδρες Λακεδαιμόνιοι, μὴ τοὺς βαρβάρους μιμώμεθα, μηδ ἣν ἔρεισμα τῆς Ἑλλάδος πόλιν ᾔδομεν, ταύτην ἀνατρέψωμεν, μηδ ὑποσπάσωμεν, μηδ ἐκκόψωμεν τῆς Ἑλλάδος τοῖν ὀφθαλμοῖν τὸν ἕτερον, ἀλλ ἀναμνησθέντες ἐκείνης τῆς ἡμέρας ἐν ᾗ μὴ καταλιπεῖν τοὺς Ἕλληνας αὐτῶν δεομένοις ἡμῖν ὑπήκουσαν, παριδόντες μὲν τὰς τοῦ βασιλέως ἐπαγγελίας, καταφρονήσαντες δὲ κινδύνων καὶ φόβων, ἐν καιρῷ νῦν τὴν χάριν αὐτοῖς ἀπόδοτε, ἕν τι τῶν αἰσχίστων νομίσαντες, ἰδίᾳ μὲν εἴ τῳ μείζω τῶν ἐγκλημάτων εἰή τὰ τῆς ἀνδραγαθίας εἰδέναι συγγιγνώσκειν, πόλει δὲ τοσαύτῃ τὸ δίκαιον τοῦτο μὴ σωθῆναι.
(아리스티데스, 아일리오스, 연설, Ὑπὲρ τῆς πρὸς Ἀθηναίους εἰρήνης 7:5)
ἐγὼ γὰρ ὅστις μὲν τῶν δικαίων τετυχηκὼς, εἶτ ἔχεται τῶν ἐγκλημάτων ὑπὲρ τοῦ προσεξεργάσασθαί τι κακὸν, τοῦτον μὲν πέρα τοῦ καιροῦ παρωξύνθαι νομίζω καὶ τὸ ὑπερβάλλον τῆς ἀξίας μνησικακεῖν καλῶ:
(아리스티데스, 아일리오스, 연설, Λευκτρικὸς β# ὑπὲρ Θηβαίων πρῶτος 5:17)
τότε γὰρ δήπουθεν ἐγγυτέρω τῶν ἐγκλημάτων ἦσαν.
(아리스티데스, 아일리오스, 연설, Λευκτρικὸς β# ὑπὲρ Θηβαίων πρῶτος 8:9)
ἄλογον δέ μοι φαίνεται, πρὸς ἀμφοτέρους ὄντων ἐγκλημάτων ἡμῖν, Λακεδαιμονίοις μὲν ἐπεξεληλυθέναι καὶ δίκην ἐζητηκέναι λαβεῖν, Θηβαίους δὲ ἀφεῖναι καθάπαξ, καὶ τοσοῦτον ὑπερβαλεῖν ἐκείνοις ὀργιζομένους ὥστ ἀδικήσειν ἡγεῖσθαι, εἰ μὴ μέχρι παντὸς τοῖσδε συνεστήξομεν.
(아리스티데스, 아일리오스, 연설, Λευκτρικὸς γ# ὑπὲρ Λακεδαιμονίων δεύτερος 2:7)
ἀπολογεῖσθε ὑπὲρ τῶν ἐγκλημάτων, εἶτα κατηγορεῖτε.
(아리스티데스, 아일리오스, 연설, Λευκτρικὸς ε ὑπὲρ μηδετέροις βοηθεῖν 8:13)
εἰ γὰρ ἡμεῖς ἀλλήλων ἔχομέν τι κατηγορῆσαι, ἡμῶν ταῦτ ἂν εἰή πρὸς ἀλλήλους διαφορὰ, ἀλλ οὐ τοῦ μηδὲν μετέχοντος τῶν ἐγκλημάτων.
(아리스티데스, 아일리오스, 연설, Συμμαχικὸς α# 7:2)
καὶ μὴν εἰ μὲν ἐν αὐτοῖς τοῖς καιροῖς τῶν ἐγκλημάτων ἐμέλλετε ἀγνωμονήσειν τι πρὸς ἡμᾶς, τάχ ἄν τις ἦν συγγνώμη:
(아리스티데스, 아일리오스, 연설, Συμμαχικὸς α# 8:5)
εἰ δέ τις ἡγεῖται παράδοξον ἡμᾶς ὑπὲρ ὑμῶν πεφοβημένους ἥκειν, ἐνθυμείσθω κἀκεῖνο, ὡς παράδοξον Φίλιππον ἐφ ἡμᾶς ὑπὲρ τῶν ὑμετέρων ἐγκλημάτων ἔρχεσθαι.
(아리스티데스, 아일리오스, 연설, Συμμαχικὸς α# 9:2)
ἡμεῖς δὲ πῶς οὐκ ἐμέλλομεν αἰσχυνεῖσθαι, εἰ Βυζαντίους μὲν πρώην ἀφειλόμεθα κινδύνου καὶ Περινθίους καὶ Χερρονησίτας, ἔτι δ Εὐβοέας καὶ Χαλκιδέας, τό γ ἐφ ἡμῖν, ἔχοντες εἰπεῖν περὶ πάντων τούτων ὡς οὐ κάλλισθ ἡμᾶς ἐδεδράκεσαν, ὑμᾶς δὲ ψυχρῶν ἂν ἕνεκ ἐγκλημάτων περιίδοιμεν πᾶσι τοῖς οὖσι κινδυνεύοντας:
(아리스티데스, 아일리오스, 연설, Συμμαχικὸς α# 9:4)
καὶ τοῦτο τοσοῦτον ἀτύχημα ἀτυχήσας ὁ δῆμος ἐκπεσὼν καὶ κατελθὼν αὖθις, ἐξὸν αὐτῷ τιμωρήσασθαι τοὺς ἐπαναστάντας καὶ πρὸς οὓς παρετάξαντο, ὁμονοεῖν εἵλετο, τὴν κοινὴν τῆς πόλεως σωτηρίαν προτέραν τῶν ἰδίων ἐγκλημάτων ποιησάμενος.
(아리스티데스, 아일리오스, 연설, Ῥοδίοις περὶ ὁμονοίας? 8:1)

SEARCH

MENU NAVIGATION