- 문장 내 검색

헬라어 문장 내 검색 Language

ὢν δ ἐν τοιαύτῃ ἀφθονίᾳ καὶ εἰσφοιτῶν ὡς τὸν Πιττάλακον συγκυβευτὴν ὄντα, καὶ τοῦτον ἐκεῖ πρῶτον ἰδών, ἥσθη τε καὶ ἐπεθύμησε καὶ ἐβουλήθη ὡς αὑτὸν ἀναλαβεῖν, καὶ πως ἡγήσατο αὐτὸν ἐγγὺς εἶναι τῆς αὑτοῦ φύσεως.?
(아이스키네스, 연설, κατὰ Τιμάρχου, section 571)
διὰ τέλους δέ σοι φύλαξ ἐγγὺς παρεστὼς καὶ πρόσω δ ἀποστατῶν ἐχθροῖσι τοῖς σοῖς οὐ γενήσομαι πέπων.
(아이스킬로스, 에우메니데스, episode 7:2)
ὑμεῖς δὲ θρηνεῖτ ἐγγὺς ἑστῶτες τάφου καὶ ψυχαγωγοῖς ὀρθιάζοντες γόοις οἰκτρῶς καλεῖσθέ μ:
(아이스킬로스, 페르시아인들, episode, anapests4)
ἐγγὺς γὰρ ἤδη πάνοπλος Ἀργείων στρατὸς χωρεῖ, κονίει, πεδία δ ἀργηστὴς ἀφρὸς χραίνει σταλαγμοῖς ἱππικῶν ἐκ πλευμόνων.
(아이스킬로스, 테바이를 공격한 일곱 장수, episode 4:9)
ἕζετο δ ἐγγὺς ὁδοῖο φίλον τετιημένη ἦτορ, Παρθενίῳ φρέατι, ὅθεν ὑδρεύοντο πολῖται, ἐν σκιῇ, αὐτὰρ ὕπερθε πεφύκει θάμνος ἐλαίης, γρηὶ παλαιγενέι ἐναλίγκιος, ἥτε τόκοιο εἴργηται δώρων τε φιλοστεφάνου Ἀφροδίτης, οἱαί῀ τε τροφοί εἰσι θεμιστοπόλων βασιλήων παίδων καὶ ταμίαι κατὰ δώματα ἠχήεντα.
(익명 저작, Homeric Hymns, Εἲς Δημήτραν 12:6)
τέτμον δ ἐγγὺς ὁδοῦ κυδρὴν θεόν, ἔνθα πάρος περ κάλλιπον:
(익명 저작, Homeric Hymns, Εἲς Δημήτραν 19:8)
διὸ τοῦτον ἀποκτείνας ἐπεκαλέσατο καὶ αὐτὸς βοηθὸν τὸν Ιὄλαον, ὃς μέρος τι καταπρήσας τῆς ἐγγὺς ὕλης τοῖς δαλοῖς ἐπικαίων τὰς ἀνατολὰς τῶν κεφαλῶν ἐκώλυεν ἀνιέναι.
(아폴로도로스, Library and Epitome, book 2, chapter 5 2:9)
ὡς δὲ ἐγγὺς αὐτῆς ἐγένετο πολλῇ ἀνάγκῃ ἦν γὰρ χωλός, ἐπειρᾶτο συνελθεῖν.
(아폴로도로스, Library and Epitome, book 3, chapter 14 6:8)
ὁ δὲ πτερὰ κατασκευάσας ἑαυτῷ καὶ τῷ παιδὶ ἀναπτάντι ἐνετείλατο μήτε εἰς ὕψος πέτεσθαι, μὴ τακείσης τῆς κόλλης ὑπὸ τοῦ ἡλίου αἱ πτέρυγες λυθῶσι, μήτε ἐγγὺς θαλάσσης, ἵνα μὴ τὰ πτερὰ ὑπὸ τῆς νοτίδος λυθῇ.
(아폴로도로스, Library and Epitome, book E, chapter 1 21:2)
ὁ δ ἐγγὺς τοῦ κακοῦ γιγνομένου δείσας, εἰ μὴ καὶ ἐς τὸ μέλλον ἔσοιτο δήμαρχος, συνεκάλει τοὺς ἐκ τῶν ἀγρῶν ἐπὶ τὴν χειροτονίαν.
(아피아노스, The Civil Wars, book 1, chapter 2 1:3)
οἱ δ ἐγγὺς καὶ τὰ ξιφίδια ἐπισπάσαντες συνεκέντησαν αὐτόν.
(아피아노스, The Civil Wars, book 1, chapter 9 3:8)
καί τινων ὁδοιπόρων ξύλοις καὶ ξιφιδίοις ὁπλισάμενος ἐς τὸ Βέσβιον ὄρος ἀνέφυγεν, ἔνθα πολλοὺς ἀποδιδράσκοντας οἰκέτας καί τινας ἐλευθέρους ἐκ τῶν ἀγρῶν ὑποδεχόμενος ἐλῄστευε τὰ ἐγγύς, ὑποστρατήγους ἔχων Οἰνόμαόν τε καὶ Κρίξον μονομάχους.
(아피아노스, The Civil Wars, book 1, chapter 14 1:2)
χειμερίου δὲ τοῦ πνεύματος ὄντος θαρρεῖν ἐκέλευον οἱ θεράποντες τὸν κυβερνήτην ὡς τῷδε μάλιστα λησόμενοι τοὺς πολεμίους ἐγγὺς ὄντας.
(아피아노스, The Civil Wars, book 2, chapter 9 1:3)
ἐγγύς τε τοῦ κακοῦ γιγνομένοις αὐτοῖς ἡ μὲν ἐκκαίουσα καὶ τυφλοῦσα πάντας φιλοτιμία ἐσβέννυτο καὶ μετέβαλλεν ἐς δέος, ὁ δὲ λογισμὸς ἐκαθάρευε δοξοκοπίας καὶ τὸν κίνδυνον ἐμέτρει καὶ τὴν αἰτίαν, ὅτι περὶ πρωτείων δύο ἄνδρε ἐρίζοντε ἀλλήλοιν αὐτώ τε κινδυνεύετον ἀμφὶ τῇ σωτηρίᾳ, μηδ ἐσχάτω πάντων ἡττηθέντε ἔτι εἶναι, καὶ τοσόνδε πλῆθος ἀνδρῶν ἀγαθῶν δι αὐτούς.
(아피아노스, The Civil Wars, book 2, chapter 11 6:3)
ἐπεὶ δὲ ζητούμενος ἐν τοῖς νεκροῖς εὑρέθη, τὰ ἀριστεῖα ὁ Καῖσαρ αὐτῷ περιέθηκε καὶ συνέθαψε καὶ τάφον ἐξαίρετον ἀνέστησεν ἐγγὺς τοῦ πολυανδρίου.?
(아피아노스, The Civil Wars, book 2, chapter 11 11:8)

SEARCH

MENU NAVIGATION