- 문장 내 검색

헬라어 문장 내 검색 Language

λιπὼν δὲ λίμνην Δηλίαν τε χοιράδα, κέλσας ἐπ ἀκτὰς ναυπόρους τὰς Παλλάδος, ἐς τήνδε γαῖαν ἦλθε Παρνησοῦ θ ἕδρας.?
(아이스킬로스, 에우메니데스, episode 1:6)
ἐγὼ γὰρ ὑμῖν πανδίκως ὑπίσχομαι ἕδρας τε καὶ κευθμῶνας ἐνδίκου χθονὸς λιπαροθρόνοισιν ἡμένας ἐπ ἐσχάραις ἕξειν ὑπ ἀστῶν τῶνδε τιμαλφουμένας.
(아이스킬로스, 에우메니데스, choral, strophe 1 1:5)
ἐπεὶ τάχιστ ἤρξαντο δαίμονες χόλου στάσις τ ἐν ἀλλήλοισιν ὠροθύνετο, οἱ μὲν θέλοντες ἐκβαλεῖν ἕδρας Κρόνον, ὡς Ζεὺς ἀνάσσοι δῆθεν, οἱ δὲ τοὔμπαλιν σπεύδοντες, ὡς Ζεὺς μήποτ ἄρξειεν θεῶν, ἐνταῦθ ἐγὼ τὰ λῷστα βουλεύων πιθεῖν Τιτᾶνας, Οὐρανοῦ τε καὶ Χθονὸς τέκνα, οὐκ ἠδυνήθην.
(아이스킬로스, 결박된 프로메테우스, episode4)
ἦ τῷ νέον θακοῦντι παγκρατεῖς ἕδρας·
(아이스킬로스, 결박된 프로메테우스, episode, anapests 5:10)
πέφρικα λεύσσων τάσδ ἕδρας κατασκίους.
(아이스킬로스, 탄원하는 여인들, episode 8:21)
ὀπάονας δὲ φράστοράς τ ἐγχωρίων ξύμπεμψον, ὡς ἂν τῶν πολισσούχων θεῶν βωμοὺς προνάους καὶ πολισσούχων ἕδρας εὑρ´ωμεν, ἀσφάλεια δ ᾖ δι ἄστεως στείχουσι:
(아이스킬로스, 탄원하는 여인들, episode 2:2)
ἡγεῖσθε βωμοὺς ἀστικούς, θεῶν ἕδρας:
(아이스킬로스, 탄원하는 여인들, episode 2:9)
ῥίμφα δ ἐς ἀθανάτων ἕδρας κίε παῖδα καλύψας δέρμασιν ἐν πυκινοῖσιν ὀρεσκῴοιο λαγωοῦ πὰρ δὲ Ζηνὶ κάθιζε καὶ ἄλλοις ἀθανάτοισι, δεῖξε δὲ κοῦρον ἑόν:
(익명 저작, Homeric Hymns, Εἲς Πᾶνα 3:8)
ἔνθα δὴ μέγα βοήσας ὁ Ἀντώνιος ἀνά τε ἔδραμε τῆς ἕδρας σὺν ὀργῇ καὶ περὶ τῆς ἀρχῆς ἐπεθείαζεν αὐτοῖς, ὡς ἱερὰ καὶ ἄσυλος οὖσα ὑβρίζοιτο, καὶ περὶ σφῶν, ὅτι γνώμην ἐσφέροντες, ἣν δοκοῦσι συνοίσειν, ἐξαλαύνοιντο σὺν ὕβρει, μήτε τινὰ σφαγὴν μήτε μύσος ἐργασάμενοι.
(아피아노스, The Civil Wars, book 2, chapter 5 2:3)
ἐξελαυνόμενοι δ ἐκ τῆς ἀγορᾶς ὑπὸ στρατιωτῶν ἐπιπεμφθέντων ὑπὸ Ἀντωνίου μᾶλλόν τε ἠγανάκτουν καὶ ἐκεκράγεσαν καὶ ἕδρας ἔνιοι τῶν Καίσαρος ἀνδριάντων ἐπεδείκνυον ἀνῃρημένων.
(아피아노스, The Civil Wars, book 3, chapter 1 3:7)
ἔν γέ τοι τῷ θεάτρῳ, παρόντος αὐτοῦ, στρατιώτης ἀπορῶν οἰκείας ἕδρας παρῆλθεν ἐς τοὺς καλουμένους ἱππέας:
(아피아노스, The Civil Wars, book 5, chapter 2 4:6)
ἄρχεται ἐκ θεμελίων καὶ ποιεῖ γῆν, ὅπως αὐτῷ τὰ πάντα ἐπὶ ταύτης βεβήκοι, ῥιζώσας τε ῥίζαις ἀπείροις τὸ βάθος καὶ πυκνώσας, πέτραις τε ἀντὶ γόμφων καὶ τῇ δ ἄλλῃ ἣ πυκνῶσαι φύσιν εἴληχεν, ὄρη τε ἐξαναστήσας, ὑετῶν καὶ κυμάτων ἀλεξητήρια, καὶ πεδία ἐν μέσῳ καταμίξας, ὀρῶν ἕδρας καὶ γῆς, ὅ τί περ δύναμιν τῷ ἑτέρῳ τὸ ἕτερον πηγνύς.
(아리스티데스, 아일리오스, 연설, εἰς Δία 3:10)
ὥστε ὅταν μέν τις εἰς τὴν ἄσκησίν τε καὶ σύνταξιν ἴδῃ τοῦ στρατιωτικοῦ, τοῦτο δὴ νομιεῖ τὸ Ὁμηρικὸν, εἰ καὶ δέκα τόσοι εἰε῀ν οἱ ἀντίπαλοι, ταχέως ἂν αὐτοὺς περιστραφέντας ἄνδρα παρὰ ἕνα λειφθῆναι, ὅταν δὲ εἰς τὴν πλήρωσίν τε καὶ συλλογὴν αὐτοῦ βλέψῃ, τὸ τοῦ Αἰγυπτίου φήσει τε καὶ οἰήσεται, ὃς τῷ Καμβύσῃ διαρπάζοντι τὰ ἐν τῇ χώρᾳ καὶ τὰ ἱερὰ πορθοῦντι, στὰς ἐπὶ τῶν τειχῶν τῶν Θηβαϊκῶν ἀνέτεινε τήν τε βῶλον καὶ κύλικα ὕδατος ἀπὸ τοῦ Νείλου, σύμβολον ποιούμενος ὅτι ἑώς ἂν Αἴγυπτον αὐτὴν καὶ τὸν ποταμὸν Νεῖλον μετενεγκεῖν μὴ δύνηται, μηδὲ ἀγαγεῖν ἀνάρπαστον, οὔπω τὸν Αἰγυπτίων πλοῦτον εἴληφεν, ἀλλὰ ταχέως αὐτοῖς ἄλλα τοσαῦτα γενήσεται τούτων μενόντων καὶ οὔποτε ἐπιλείψει πλοῦτος Αἴγυπτον, τοῦτο δὲ καὶ περὶ τοῦ ὑμετέρου στρατιωτικοῦ νομίσαι τε καὶ εἰπεῖν ἔξεστιν, ὅτι ἑώς ἂν τὴν χώραν αὐτὴν μὴ δύνωνταί τινες ἐξ ἕδρας ἀναστῆσαι μηδὲ κενώσαντες οἴχεσθαι, ἀλλ ἀνάγκη ᾖ μένειν αὐτὴν ἐφ αὑτῆς τὴν οἰκουμένην, ἀμήχανον ἐπιλιπεῖν ὑμᾶς πλήθη στρατιωτικὰ, ἀλλὰ τοσαῦτα ὁπόσα βούλεσθε ὑπάρχειν ἀπὸ πάσης τῆς οὔσης ἀφικνούμενα.
(아리스티데스, 아일리오스, 연설, Ῥώμης ἐγκώμιον 25:1)
τὰς δ ἕδρας ποιεῖν τῆς βουλῆς κατὰ πενθήμερον, ἐὰν μὴ δέωνται πλειόνων.
(아리스토텔레스, 아테네인들의 정치체제, work Ath. Pol., chapter 30 4:2)
ἀλλ ὦ μέλ οὐκ οἶσθ οἱο῀ς ἦσθ αὐτὸς πάρος, οὐδ οἷ ἔδρας:?
(아리스토텔레스, Episode4)

SEARCH

MENU NAVIGATION