- 문장 내 검색

헬라어 문장 내 검색 Language

ἡ δὲ πόλις ἐπὶ τῷ Γράκχου φόνῳ διῄρητο ἐς λύπην καὶ ἡδονήν, οἱ μὲν οἰκτείροντες αὑτούς τε κἀκεῖνον καὶ τὰ παρόντα ὡς οὐκέτι πολιτείαν, ἀλλὰ χειροκρατίαν καὶ βίαν, οἱ δ ἐξειργάσθαι σφίσιν ἡγούμενοι πᾶν, ὅσον ἐβούλοντο.?
(아피아노스, The Civil Wars, book 1, chapter 2 4:3)
Οἱ δὲ σφαγεῖς ἐβούλοντο μέν τι εἰπεῖν ἐν τῷ βουλευτηρίῳ, οὐδενὸς δὲ παραμείναντος τὰ ἱμάτια ταῖς λαιαῖς ὥσπερ ἀσπίδας περιπλεξάμενοι καὶ τὰ ξίφη μετὰ τοῦ αἵματος ἔχοντες ἐβοηδρόμουν βασιλέα καὶ τύραννον ἀνελεῖν.
(아피아노스, The Civil Wars, book 2, chapter 17 2:1)
Ἀντώνιος δὲ καὶ Λέπιδος ἐβούλοντο μὲν ἀμύνειν Καίσαρι, ὥς μοι προείρηται, εἴτε φιλίας ἕνεκα εἴτε τῶν ὀμωμοσμένων, εἴτε καὶ ἀρχῆς ὀρεγόμενοι καὶ νομίζοντες εὐμαρέστερα σφίσιν ἅπαντα ἔσεσθαι τοιῶνδε καὶ τοσῶνδε ἀνδρῶν ἀθρόως ἐκποδὼν γενομένων:
(아피아노스, The Civil Wars, book 2, chapter 17 7:1)
τοῦτο δ ἦν, ὅπερ οἱ τύραννοι μάλιστα ἐβούλοντο, οὐ γῆν ὑμᾶς λαβεῖν, ἣν δὴ καὶ ἑτέρωθεν εἶχον παρασχεῖν, ἀλλ ὅπως ἐχθροὺς ἐφεδρεύοντας ἔχοντες ἀεὶ βέβαιοι φύλακες ἦτε τῆς ἀρχῆς τῆς ταῦτα ὑμῖν συναδικούσης:
(아피아노스, The Civil Wars, book 2, chapter 19 6:4)
οἱ δὲ λοιποὶ τότε μὲν ἐξῄεσαν, ἀνεμιμνήσκοντο δ αὐτίκα γεωργίας τε πόνων καὶ κερδῶν στρατείας καὶ λόγων τῶν Καίσαρος καὶ εὐπειθείας αὐτοῦ, πρὸς ἃ ἐβούλοντο, καὶ χαρίτων, ὧν τε εἰλήφεσαν καὶ ὧν ἤλπιζον ἔτι λήψεσθαι.
(아피아노스, The Civil Wars, book 3, chapter 6 4:8)
ἀμυνομένων δὲ κἀκείνων αὐτὸν ἱππεῦσι μόνοις καὶ τῆς ἄλλης στρατιᾶς χωρούσης, ἐφ ἃ ἐβούλοντο, δείσας ὁ Ἀντώνιος περὶ τῇ Μουτίνῃ ἐξῆγε δύο τέλη:
(아피아노스, The Civil Wars, book 3, chapter 10 1:5)
καὶ τότε δὲ ἐσήνεγκαν ἑκοῦσαι, καὶ οὐκ ἀπὸ γῆς ἢ χωρίων ἢ προικὸς ἢ οἰκιῶν, ὧν χωρὶς ἀβίωτόν ἐστιν ἐλευθέραις, ἀλλὰ ἀπὸ μόνων τῶν οἴκοι κόσμων, οὐδὲ τούτων τιμωμένων οὐδὲ ὑπὸ μηνυταῖς ἢ κατηγόροις οὐδὲ πρὸς ἀνάγκην ἢ βίαν, ἀλλ ὅσον ἐβούλοντο αὐταί.
(아피아노스, The Civil Wars, book 4, chapter 5 4:6)
" τοσαῦτα μὲν ἡ ἐπιστολὴ περιεῖχεν, οἱ δ ἐβούλοντο μὲν ἐς αὐτὸν πρεσβεῦσαι, Ζηνοβίου δὲ κατακωλύοντος, ὅπλων τε ἀφῃρημένοι, καὶ παίδων σφίσι τῶν ἀρίστων ἐχομένων, στρατιᾶς τε βαρβαρικῆς τοσαύτης ἐφεστώσης, οἰμώζοντες ἔκ τε ἱερῶν κόσμους καὶ τὰ τῶν γυναικῶν πάντα ἐς τὸ πλήρωμα τῶν δισχιλίων ταλάντων συνέφερον.
(아피아노스, The Foreign Wars, chapter 7 2:7)
ἔχοντες γὰρ τὸν Ἀκροκόρινθον καὶ παρὸν αὐτοῖς κατασχεῖν τὴν πόλιν, ἡνίκ ἐβούλοντο, οὐκ ἐδέξαντο οὐδ ἐβουλεύσαντο, ἔργῳ δείξαντες ὅτι τὸ τῶν προστατῶν πολεμοῦσιν, οὐχ αὑτοῖς ἰδίᾳ τι πράττοντες.
(아리스티데스, 아일리오스, 연설, Παναθηναϊκός 78:1)
καὶ ἦν τὸ μὲν προχωρεῖν αὐτοῖς ἃ ἐβούλοντο ἀμήχανον καὶ κατάρας ἐγγὺς, τὸ δὲ μὴ προχωρεῖν κουφότερόν τε καὶ ἥττους ἔχον τοὺς φόβους.
(아리스티데스, 아일리오스, 연설, Ῥώμης ἐγκώμιον 16:2)
ὥστε κἀνταῦθα τοὐναντίον ἢ ἐβούλοντό τε καὶ συνέφερε διεπράττοντο:
(아리스티데스, 아일리오스, 연설, Ῥώμης ἐγκώμιον 16:7)
καὶ οὐ τούτου γε ἕνεκα ἡ πόλις ἠξίωσε πάντα ἐφεξῆς δέχεσθαι, οὐδ ὡς οἱ διδόντες ἐβούλοντο, ἀλλ ὡς αὐτῇ καλὸν ἦν λαβεῖν.
(아리스티데스, 아일리오스, 연설, Παλινῳδία ἐπὶ Σμύρνῃ καὶ τῷ ταύτης ἀνοικισμῷ 6:4)
ἐπειδὴ δ ἔπραξαν ἃ ἐβούλοντο, ἐπ αὐτοὺς τοὺς συμμάχους πρώτους ἐτράποντο καὶ τὸν πόλεμον εἰς ἐκείνους μετέστησαν.
(아리스티데스, 아일리오스, 연설, συμμαχικὸς β πρὸς Θηβαίους περὶ τῆς συμμαχίας 10:13)
οὔκουν ὁ Περικλῆς ἦν ὁ ποιήσας οἰδεῖν καὶ ὕπουλον εἶναι τὴν πόλιν, οὐδὲ δι ὃν τῶν ἀρχαίων σαρκῶν, ὡς σὺ φῂς, ἐστερήθησαν, ἀλλ ὁ τὰς ἐπιθυμίας ἐπαύξων αὐτοῖς καὶ τοῖς τῶν Αἰγεσταίων χρήμασι δελεάζων καὶ τὴν Σικελικὴν τράπεζαν προξενῶν, ἅτε καὶ αὐτὸς ὢν τοιοῦτος καὶ μηδαμοῦ στῆναι τῶν ἐλπίδων ἐῶν τὸν δῆμον, ἀλλ ἀεὶ μακρότερ αὐτοῖς ὧν ἐβούλοντό τε καὶ ἐδέοντο ὑποτιθεὶς καὶ τἀναντία τῷ Περικλεῖ πολιτευόμενος, μετὰ τὴν ἐκείνου τελευτήν.
(아리스티데스, 아일리오스, 연설, Πρὸς Πλάτωνα ὑπὲρ τῶν τεττάρων 10:3)
εἰ δ ἔσθ ἕτερα ἀμείνω καὶ πλείω τούτων, καὶ σύ γ αὐτὸς κάλλιστα ὡμολόγηκας - ὀψὲ γάρ ποτε ἔφης αὐτοὺς εἰς ταῦτ ἐμπεσεῖν, ὡς τόν γε ἄνω χρόνον πάντα κἀκείνους ὡς ἐβούλοντο πράττοντας καὶ τὸν δῆμον παρέχοντα αὑτὸν οἱο῀ν χρὴ - πῶς οὐκ ὀρθῶς εἶχε μιμήσασθαι τὸ τῶν Περσῶν·
(아리스티데스, 아일리오스, 연설, Πρὸς Πλάτωνα ὑπὲρ τῶν τεττάρων? 139:6)

SEARCH

MENU NAVIGATION