- 문장 내 검색

헬라어 문장 내 검색 Language

ἦ πολλὰ μὲν δὴ τῶν ἐμῶν ἐλείξατε, χοάς τ ἀοίνους, νηφάλια μειλίγματα, καὶ νυκτίσεμνα δεῖπν ἐπ ἐσχάρᾳ πυρὸς ἔθυον, ὡρ´αν οὐδενὸς κοινὴν θεῶν.?
(아이스킬로스, 에우메니데스, episode 9:1)
ἐπῆν τε ἐσχάρα χρυσεία ὑπερανεστῶσα ἔχουσα κατὰ γωνίαν ἑκάστην στέφανον καὶ τοῦτον δ ἐκπεριοδεύοντα χρύσεον, ᾗ καὶ κρίκοι καὶ σκυταλίδες προσῆσαν, αἷς κατὰ τὰς ὁδοὺς ὑπὸ τῶν ἱερέων ἐφέρετο.
(플라비우스 요세푸스, Antiquitates Judaicae, Book 3 185:1)
Πρίαμον δὲ οὐκ ἀποθανεῖν ἔφη Λέσχεως ἐπὶ τῇ ἐσχάρᾳ τοῦ Ἑρκείου, ἀλλὰ ἀποσπασθέντα ἀπὸ τοῦ βωμοῦ πάρεργον τῷ Νεοπτολέμῳ πρὸς ταῖς τῆς οἰκίας γενέσθαι θύραις.
(파우사니아스, Description of Greece, Φωκικά, Λοκρῶν Ὀζόλων, chapter 27 3:2)
Νεοπτολέμῳ γὰρ τῷ Ἀχιλλέως, ἀποκτείναντι Πρίαμον ἐπὶ τῇ ἐσχάρᾳ τοῦ Ἑρκείου, συνέπεσε καὶ αὐτὸν ἐν Δελφοῖς πρὸς τῷ βωμῷ τοῦ Ἀπόλλωνος ἀποσφαγῆναι:
(파우사니아스, Description of Greece, Μεσσηνιακά, chapter 17 7:1)
δὲ καὶ παρδάλεις καὶ λεαίνας πολλάκις ἑώρακας, ὡς οὐδέν τι τὰ θήλεα τοῖς ἄρρεσιν ὑφίεται θυμοῦ καὶ ἀλκῆς ὥσπερ ἡ σὴ γυνή, σοῦ πολεμοῦντος, οἴκοι κάθηται πρὸς ἐσχάρᾳ πυρός, οὐκ ἂν οὐδ οὖσα αἱ χελιδόνες ἀμυνομένη τοὺς ἐπ αὐτὴν καὶ τὸν οἶκον βαδίζοντας, καὶ ταῦτα Λάκαινα οὖσα.
(플루타르코스, Bruta animalia ratione uti, chapter, section 4 15:1)
ἐνταῦθα πρὸς ἐσχάρᾳ καθήμενον αὐτὸν ἕψοντα γογγυλίδας εὑρόντες οἱ Σαυνιτῶν πρέσβεις ἐδίδοσαν πολὺ χρυσίον:
(플루타르코스, Marcus Cato, chapter 2 2:1)
καὶ ποιήσεις αὐτῷ ἐσχάραν ἔργῳ δικτυωτῷ χαλκῆν. καὶ ποιήσεις τῇ ἐσχάρᾳ τέσσαρας δακτυλίους χαλκοῦς ὑπὸ τὰ τέσσαρα κλίτη.
(70인역 성경, 탈출기 27:4)
καὶ ὑποθήσεις αὐτοὺς ὑπὸ τὴν ἐσχάραν τοῦ θυσιαστηρίου κάτωθεν. ἔσται δὲ ἡ ἐσχάρα ἕως τοῦ ἡμίσους τοῦ θυσιαστηρίου.
(70인역 성경, 탈출기 27:5)
ἐσχάρα ἄνθραξι καὶ ξύλα πυρί, ἀνὴρ δὲ λοίδορος εἰς ταραχὴν μάχης.
(70인역 성경, 잠언 26:22)
ἐν δὲ τῷ δέχεσθαι μέλη ἐκ χειρῶν ἱερέων, καὶ αὐτὸς ἑστὼς παῤ ἐσχάρᾳ βωμοῦ κυκλόθεν αὐτοῦ στέφανος ἀδελφῶν, ὡς βλάστημα κέδρου ἐν τῷ Λιβάνῳ. καὶ ἐκύκλωσαν αὐτὸν ὡς στελέχη φοινίκων.
(70인역 성경, Liber Sirach 50:12)
καὶ ὁ βασιλεὺς ἐκάθητο ἐν οἴκῳ χειμερινῷ καὶ ἐσχάρα πυρὸς κατὰ πρόσωπον αὐτοῦ.?
(70인역 성경, 예레미야서 43:22)

SEARCH

MENU NAVIGATION