- 문장 내 검색

헬라어 문장 내 검색 Language

ἔστι δὲ ὁ Δημοσθένης τειχοποιός, ἐπιστάτης τοῦ μεγίστου τῶν ἔργων:?
(아이스키네스, 연설, κατὰ Κτησιφῶντος, section 14 1:2)
ἐπεὶ δὲ φέγγος ἡλίου κατέφθιτο καὶ νὺξ ἐπῄει, πᾶς ἀνὴρ κώπης ἄναξ ἐς ναῦν ἐχώρει πᾶς θ ὅπλων ἐπιστάτης:
(아이스킬로스, 페르시아인들, episode 2:8)
ἔστι δ ἐπιστάτης τῶν πρυτάνεων εἷς ὁ λαχών.
(아리스토텔레스, 아테네인들의 정치체제, work Ath. Pol., chapter 44 1:1)
᾿πιν ἑστὼς ἐπιστάτης καλεῖται, ὁ δὲ αὖ κατόπιν τούτου πρωτοστάτης, ὁ δ᾿ ἐπὶ τούτῳ ἐπιστάτης, καὶ ἐφεξῆς ὡσαύτως, ὡς τὸν πάντα τοῦ λόχου στίχον ἐκ πρωτοστατῶν καὶ ἐπιστατῶν τετάχθαι παραλλὰξ ἱσταμένων.
(아리아노스, chapter 6 6:3)
γίγνεται δὲ εἰ τῷ τοῦ πρώτου στίχου λοχαγῷ ὁ τοῦ δευτέρου λοχαγὸς ἐπισταθείη, τῷ δὲ τούτου ἐπιστάτῃ ὁ τοῦ δευτέρου λοχαγοῦ ἐπιστάτης, καὶ ἐφεξῆς οὕτως.
(아리아노스, chapter 7 2:2)
παραστάτης δὲ πᾶς ὁ συζυγῶν ὀνομάζεται, λοχαγὸς μὲν ὁ πρῶτος τῷ δευτέρῳ λοχαγῷ, ἐπιστάτης δὲ ὁ πρῶτος τῷ δευτέρῳ ἐπιστάτῃ, καὶ τοῦτο ἐφεξῆς ἔστε ἐπὶ τοὺς οὐραγοὺς τῶν λόχων.
(아리아노스, chapter 7 2:3)
προπηδήσας ὁ πρῶτος ἐπιστάτης ἐς λοχαγοῦ τάξιν τε καὶ ἀξίωσιν κατέστη, καὶ ἀρραγῆ τὴν πᾶσαν φάλαγγα παρέσχετο.
(아리아노스, chapter 12 6:1)
νῦν δὲ ὁ ἐδέατρος ἐπιστάτης γέγονε τῆς ὅλης διακονίας, ἦν δ ἐπιφανὴς καὶ ἔντιμος ἡ χρεία.
(아테나이오스, The Deipnosophists, Book 4, book 4, chapter 711)
εἶθ οὑτοσὶ Νεοπτόλεμος πολλῶν ἔργων ἐπιστάτης ὤν, ἐφ οἷς ἐπέδωκε τετίμηται.
(데모스테네스, Speeches 11-20, Περὶ τοῦ Στεφάνου 163:4)
ταῦτ ἐπήρετο, φησίν, ὁ ἐπιστάτης, διεχειροτόνησεν ὁ δῆμος, ἔδοξεν.
(데모스테네스, Speeches 21-30, Κατὰ Ἀνδροτίωνος Παρανόμων 7:3)
ἔστι δὴ πρὸς ταῦτ οὐ χαλεπὸν τὰ δίκαι ὑμῖν ἀντειπεῖν, ὅτι πρῶτον μὲν οἱ προεδρεύοντες τῆς βουλῆς καὶ ὁ ταῦτ ἐπιψηφίζων ἐπιστάτης ἠρώτων καὶ διαχειροτονίαν ἐδίδοσαν, ὅτῳ δοκεῖ δωρειᾶς ἀξίως ἡ βουλὴ βεβουλευκέναι καὶ ὅτῳ μή:
(데모스테네스, Speeches 21-30, Κατὰ Ἀνδροτίωνος Παρανόμων 12:1)
οὐ πρυτάνεις, οὐ κῆρυξ, οὐκ ἐπιστάτης, οὐχ ἡ προεδρεύουσα φυλὴ τούτου κρατεῖν δύναται.
(데모스테네스, Speeches 21-30, Κατὰ Ἀριστογείτονος Α 109:2)
Ἔστι δὲ ὁ νόμος τοῦ βίου μὲν ἡγεμών, τῶν πόλεων δὲ ἐπιστάτης κοινός, τῶν δὲ πραγμάτων κανὼν δίκαιος, πρὸς ὃν ἕκαστον ἀπευθύνειν δεῖ τὸν αὑτοῦ τρόπον:
(디오, 크리소토모스, 연설 (2), ΠΕΡΙ ΝΟΜΟΥ. 1:1)
ἐπιστάτης δὲ γενόμενος τούτων τῶν ἔργων ὁ προσαγορευόμενος Φαίαξ διὰ τὴν δόξαν τοῦ κατασκευάσματος ἐποίησεν ἀφ ἑαυτοῦ κληθῆναι τοὺς ὑπονόμους φαίακας.
(디오도로스 시켈로스, Library, book xi, chapter 25 4:2)
ἐπεὶ δ ὁ τῆς πόλεως ἐπιστάτης ἀπῆλθε πρὸς Φαρνάβαζον, ὅπως λάβῃ χρήματα, τηνικαῦτά τινες τῶν Βυζαντίων, μισοῦντες τὸ βάρος τῆς ἐπιστασίας - ἦν γὰρ ὁ Κλέαρχος χαλεπός - , προύδωκαν τὴν πόλιν τοῖς περὶ τὸν Ἀλκιβιάδην.?
(디오도로스 시켈로스, Library, book xiii, chapter 66 7:2)

SEARCH

MENU NAVIGATION