- 문장 내 검색

헬라어 문장 내 검색 Language

ἀπολῶ γὰρ αὐτὸν ἐμμελείᾳ κονδύλου.?
(아리스토파네스, Wasps, Episode, iambics10)
τοῦτον τὸν Βάθυλλόν φησιν Ἀριστόνικος καὶ Πυλάδην, οὗ ἐστι καὶ σύγγραμμα περὶ ὀρχήσεως, τὴν Ἰταλικὴν ὄρχησιν συστήσασθαι ἐκ τῆς κωμικῆς, ἣ ἐκαλεῖτο κόρδαξ, καὶ τῆς τραγικῆς, ἣ ἐκαλεῖτο ἐμμέλεια, καὶ τῆς σατυρικῆς ἣ ἐλέγετο σίκιννις διὸ καὶ οἱ σάτυροι σικιννισταί, ἧς εὑρετὴς Σίκιννός τις βάρβαρος.
(아테나이오스, The Deipnosophists, book 1, chapter 372)
τὰ δὲ στασιμώτερα καὶ πυκνότερα καὶ τὴν ὄρχησιν ἁπλουστέραν ἔχοντα καλεῖται δάκτυλοι, ἰαμβική, Μολοσσικὴ ἐμμέλεια, κόρδαξ, σίκιννις, Περσική, Φρύγιος νιβατισμός, Θρᾴκιος κολαβρισμός, τελεσιὰς:
(아테나이오스, The Deipnosophists, Book 14, book 14, chapter 271)
ἡ δὲ γυμνοπαιδικὴ παρεμφερής ἐστι τῇ τραγικῇ ὀρχήσει ἥτις ἐμμέλεια καλεῖται:
(아테나이오스, The Deipnosophists, Book 14, book 14, chapter 28 4:1)
ὁ μὲν κόρδαξ παρ Ἕλλησι φορτικός, ἡ δὲ ἐμμέλεια σπουδαία, καθάπερ καὶ ἡ παρὰ Ἀρκάσι κίδαρις, παρὰ Σικυωνίοις τε ὁ ἀλητήρ.
(아테나이오스, The Deipnosophists, Book 14, book 14, chapter 30 2:4)
δοκεῖς δέ μοι, ὅταν κωμῳδίαν καὶ τραγῳδίαν ἐπαινῇς, ἐπιλελῆσθαι ὅτι καὶ ἐν ἑκατέρᾳ ἐκείνων ὀρχήσεως ἴδιόν τι εἶδός ἐστιν, οἱο῀ν τραγικὴ ^ μὲν ἡ ἐμμέλεια, κωμῳδικὴ δὲ ὁ κόρδαξ, ἐνίοτε δὲ καὶ τρίτης, ^ σικιννίδος, προσλαμβανομένης.
(루키아노스, De saltatione, (no name) 26:1)
"διὸ καὶ τοῖς πονηροῖς ἐν χρόνῳ καὶ σχολαίως τὴν δίκην ἐπιτίθησιν, οὐκ αὐτός τινα τοῦ ταχὺ κολάζειν ἁμαρτίαν δεδιὼς ἢ μετάνοιαν, ἀλλ ἡμῶν τὸ περὶ τὰς τιμωρίας θηριῶδες καὶ λάβρον ἀφαιρῶν καὶ διδάσκων μὴ σὺν ὀργῇ μηδ ὅτε μάλιστα φλέγεται καὶ σφαδᾴζει πηδῶν ὁ θυμὸς τῶν φρενῶν ἀνωτέρω καθάπερ δίψαν ἢ πεῖναν ἀποπιμπλάντας ἐπιπηδᾶν τοῖς λελυπηκόσιν, ἀλλὰ μιμουμένους τὴν ἐκείνου πραότητα καὶ τὴν μέλλησιν, ἐν τάξει καὶ ἐμμελείᾳ τὸν ἥκιστα μετανοίᾳ προσοισόμενον χρόνον ἔχοντας σύμβουλον , ἅπτεσθαι τῆς δίκης.?
(플루타르코스, De sera numinis vindicta, section 56)

SEARCH

MENU NAVIGATION