- 문장 내 검색

헬라어 문장 내 검색 Language

οὔτε γάρ με δεῖ τοὺς ἐμαυτοῦ φίλους μάρτυρας παρασχέσθαι, οὔτε τοὺς τούτων ἐχθρούς, οὔτε τοὺς μηδετέρους ἡμῶν γιγνώσκοντας, ἀλλὰ τοὺς τούτων φίλους.?
(아이스키네스, 연설, κατὰ Τιμάρχου, section 473)
ἆρά γε ἐξαχθήσομαί τι σαφέστερον εἰπεῖν ἢ κατὰ τὴν ἐμαυτοῦ φύσιν·
(아이스키네스, 연설, κατὰ Τιμάρχου, section 701)
ἐξέστην δ ἐμαυτοῦ καὶ τὴν αἰτίαν βαρέως ἤνεγκα, ὅθ ὕβριν καὶ παροινίαν εἰς γυναῖκα ἐλευθέραν καὶ τὸ γένος Ὀλυνθίαν κατηγόρει:
(아이스키네스, 연설, περὶ τῆς Παραπρεσβείας, section 43)
ἐγὼ δ αἱρεθεὶς πρεσβευτὴς ἐπὶ τοὺς Ἀμφικτύονας, ἀρρώστως δ ἔχων, καὶ μετὰ πολλῆς προθυμίας ἀπαγγέλλων ἀφ ἧς ἧκον πρεσβείας πρὸς ὑμᾶς, τὴν μὲν πρεσβείαν οὐκ ἐξωμοσάμην, ἀλλ ὑπεσχόμην πρεσβεύσειν, ἐὰν ὦ δυνατός, πρὸς δὲ τὴν βουλὴν ἀπιόντων τῶν συμπρέσβεων τὸν ἀδελφὸν τὸν ἐμαυτοῦ καὶ τὸν ἀδελφιδοῦν καὶ τὸν ἰατρὸν ἔπεμψα, οὐκ ἐξομουμένους:
(아이스키네스, 연설, περὶ τῆς Παραπρεσβείας, section 942)
ἐτόλμησε δ εἰπεῖν ὡς ἐγὼ τοῖς ἐμαυτοῦ λόγοις περιπίπτω.
(아이스키네스, 연설, περὶ τῆς Παραπρεσβείας, section 1441)
παρακαλῶ δὲ Εὔβουλον μὲν ἐκ τῶν πολιτικῶν καὶ σωφρόνων ἀνδρῶν συνήγορον, Φοκίωνα δ ἐκ τῶν στρατηγῶν, ἅμα δὲ καὶ δικαιοσύνῃ διενηνοχότα πάντων, ἐκ δὲ τῶν φίλων καὶ τῶν ἡλικιωτῶν τῶν ἐμαυτοῦ Ναυσικλέα καὶ τοὺς ἄλλους ἅπαντας, οἷστισιν ἐγὼ κέχρημαι καὶ τῶν αὐτῶν ἐπιτηδευμάτων μετέσχηκα.
(아이스키네스, 연설, περὶ τῆς Παραπρεσβείας, section 1841)
ἀκούσας δὲ οὕτω παρωξύνθην, ὡς οὐδεπώποτ ἐν τῷ ἐμαυτοῦ βίῳ.
(아이스키네스, 연설, κατὰ Κτησιφῶντος, section 1182)
"ἐγὼ μὲν ὑπὲρ τοῦ δήμου τοῦ Ἀθηναίων καὶ τοῦ σώματος καὶ τῶν τέκνων καὶ οἰκίας τῆς ἐμαυτοῦ βοηθῶ κατὰ τὸν ὁρ´κον καὶ τῷ θεῷ καὶ τῇ γῇ τῇ ἱερᾷ καὶ χειρὶ καὶ ποδὶ καὶ φωνῇ καὶ πᾶσιν οἷς δύναμαι, καὶ τὴν πόλιν τὴν ἡμετέραν τὰ πρὸς τοὺς θεοὺς ἀφοσιῶ:
(아이스키네스, 연설, κατὰ Κτησιφῶντος, section 1201)
καὶ γὰρ τοι, ὡς ἐγὼ τοῦ πατρὸς τοῦ ἐμαυτοῦ ἐπυνθανόμην, ὃς ἔτη βιοὺς ἐνενήκοντα καὶ πέντε ἐτελεύτησεν, ἁπάντων μετασχὼν τῶν πόνων τῇ πόλει, οὓς πολλάκις πρὸς ἐμὲ διεξῄει ἐπὶ σχολῆς:
(아이스키네스, 연설, κατὰ Κτησιφῶντος, section 191 1:3)
ἐγὼ δὲ οὔτε τὰς Δημοσθένους διατριβὰς ἐζήλωκα, οὔτ ἐπὶ ταῖς ἐμαυτοῦ αἰσχύνομαι, οὔτε τοὺς εἰρημένους ἐν ὑμῖν λόγους ἐμαυτῷ ἀρρήτους ἂν εἶναι βουλοίμην, οὔτε τὰ αὐτὰ τούτῳ δημηγορήσας δεξαίμην ἂν ζῆν.
(아이스키네스, 연설, κατὰ Κτησιφῶντος, section 2172)
τῆς <τε> πόλεως οὕτω διακειμένης ὥσπερ αὐτοὶ οἱ ἐχθροὶ λέγουσι, πολύ γ ἂν αὐτῆς μᾶλλον ἐγὼ πολίτης δεξαίμην εἶναι ἢ ἑτέρων πόλεων, αἳ ἴσως πάνυ μοι δοκοῦσιν ἐν τῷ παρόντι εὐτυχεῖν, ἅπερ γιγνώσκων ἐπέτρεψα διαγνῶναι ὑμῖν περὶ τοῦ σώματος τοῦ ἐμαυτοῦ.
(안도키데스, 연설, Περὶ τῶν μυστηρίων 8:3)
ἔλεξαν γὰρ ὡς ἐγὼ μηνύσαιμι περὶ τῶν μυστηρίων, ἀπογράψαιμί τε τὸν πατέρα τὸν ἐμαυτοῦ παρόντα, καὶ γενοίμην μηνυτὴς κατὰ τοῦ πατρὸς τοῦ ἐμαυτοῦ, λόγον οἶμαι πάντων δεινότατόν τε καὶ ἀνοσιώτατον λέγοντες.
(안도키데스, 연설, Περὶ τῶν μυστηρίων 41:3)
λέγοντος δέ, ὦ ἄνδρες, Χαρμίδου ταῦτα, ἀντιβολούντων δὲ τῶν ἄλλων καὶ ἱκετεύοντος ἑνὸς ἑκάστου, ἐνεθυμήθην πρὸς ἐμαυτόν, "ὢ πάντων ἐγὼ δεινοτάτῃ συμφορᾷ περιπεσών, πότερα περιίδω τοὺς ἐμαυτοῦ συγγενεῖς ἀπολλυμένους ἀδίκως, καὶ αὐτούς τε ἀποθανόντας καὶ τὰ χρήματα αὐτῶν δημευθέντα, πρὸς δὲ τούτοις ἀναγραφέντας ἐν στήλαις ὡς ὄντας ἀλιτηρίους τῶν θεῶν τοὺς οὐδενὸς αἰτίους τῶν γεγενημένων, ἔτι δὲ τριακοσίους Ἀθηναίων μέλλοντας ἀδίκως ἀπολεῖσθαι, τὴν δὲ πόλιν ἐν κακοῖς οὖσαν τοῖς μεγίστοις καὶ ὑποψίαν εἰς ἀλλήλους ἔχοντας, ἢ εἴπω Ἀθηναίοις ἅπερ ἤκουσα Εὐφιλήτου αὐτοῦ τοῦ ποιήσαντος·
(안도키데스, 연설, Περὶ τῶν μυστηρίων 91:1)
εἰ οὖν τινι ὑμῶν, ὦ ἄνδρες, <ἢ> τῶν ἄλλων πολιτῶν γνώμη τοιαύτη παρειστήκει πρότερον περὶ ἐμοῦ, ὡς ἄρα ἐγὼ ἐμήνυσα κατὰ τῶν ἑταίρων τῶν ἐμαυτοῦ, ὅπως ἐκεῖνοι μὲν ἀπόλοιντο, ἐγὼ δὲ σωθείην - ἃ ἐλογοποίουν οἱ ἐχθροὶ περὶ ἐμοῦ, βουλόμενοι διαβάλλειν με - σκοπεῖσθε ἐξ αὐτῶν τῶν γεγενημένων.
(안도키데스, 연설, Περὶ τῶν μυστηρίων 95:1)
"κτενῶ καὶ λόγῳ καὶ ἔργῳ καὶ ψήφῳ καὶ τῇ ἐμαυτοῦ χειρί, ἂν δυνατὸς ὦ, ὃς ἂν καταλύσῃ τὴν δημοκρατίαν τὴν Ἀθήνησι, καὶ ἐάν τις ἄρξῃ τιν ἀρχὴν καταλελυμένης τῆς δημοκρατίας τὸ λοιπόν, καὶ ἐάν τις τυραννεῖν ἐπαναστῇ ἢ τὸν τύραννον συγκαταστήσῃ:
(안도키데스, 연설, Περὶ τῶν μυστηρίων? 159:4)

SEARCH

MENU NAVIGATION