- 문장 내 검색

헬라어 문장 내 검색 Language

ἐκεῖνοι μέν γε ᾐσχύνοντο ἔξω τὴν χεῖρα ἔχοντες λέγειν, οὑτοσὶ δὲ οὐ πάλαι, ἀλλὰ πρώην ποτὲ ῥίψας θοἰμάτιον γυμνὸς ἐπαγκρατίαζεν ἐν τῇ ἐκκλησίᾳ, οὕτω κακῶς καὶ αἰσχρῶς διακείμενος τὸ σῶμα ὑπὸ μέθης καὶ βδελυρίας, ὥστε τούς γε εὖ φρονοῦντας ἐγκαλύψασθαι, αἰσχυνθέντας ὑπὲρ τῆς πόλεως, εἰ τοιούτοις συμβούλοις χρώμεθα.?
(아이스키네스, 연설, κατὰ Τιμάρχου, section 262)
ὑμεῖς δ ἔτι προσέθεσθε καινὸν νόμον μετὰ τὸ καλὸν παγκράτιον, ὃ οὗτος ἐπαγκρατίασεν ἐν τῇ ἐκκλησίᾳ, ὑπεραισχυνθέντες ἐπὶ τῷ πράγματι, καθ ἑκάστην ἐκκλησίαν ἀποκληροῦν φυλὴν ἐπὶ τὸ βῆμα, ἥτις προεδρεύσει.
(아이스키네스, 연설, κατὰ Τιμάρχου, section 332)
καὶ τὰ μὲν πολλὰ καὶ παλαιὰ ἐάσω, τὰ δὲ ἐν αὐτῇ τῇ ἐκκλησίᾳ γενόμενα, ὅτε ἐγὼ τὴν ἐπαγγελίαν ταύτην Τιμάρχῳ ἐπήγγειλα, ταῦθ ὑμᾶς ἀναμνῆσαι βούλομαι.
(아이스키네스, 연설, κατὰ Τιμάρχου, section 811)
δημηγοροῦντος γάρ τινος ἐν τῇ τῶν Λακεδαιμονίων ἐκκλησίᾳ, ἀνδρὸς βεβιωκότος μὲν αἰσχρῶς, λέγειν δ εἰς ὑπερβολὴν δυνατοῦ, καὶ τῶν Λακεδαιμονίων, ὥς φασι, κατὰ τὴν ἐκείνου γνώμην ψηφίζεσθαι μελλόντων, παρελθών τις τῶν γερόντων, οὓς ἐκεῖνοι καὶ αἰσχύνονται καὶ δεδίασι, καὶ τὴν τῆς ἡλικίας αὐτῶν ἐπωνυμίαν ἀρχὴν μεγίστην εἶναι νομίζουσι, καθιστᾶσι δ αὐτοὺς ἐκ τῶν ἐκ παιδὸς εἰς γῆρας σωφρόνων, τούτων εἷς, ὡς λέγεται, παρελθὼν ἰσχυρῶς ἐπέπληξε τοῖς Λακεδαιμονίοις, καί τι τοιοῦτον κατ αὐτῶν ἐβλασφήμησεν, ὡς οὐ πολὺν χρόνον τὴν Σπάρτην ἀπόρθητον οἰκήσουσι, τοιούτοις ἐν ταῖς ἐκκλησίαις συμβούλοις χρώμενοι.
(아이스키네스, 연설, κατὰ Τιμάρχου, section 1803)
ἐν ταύτῃ τῇ ἐκκλησίᾳ Δημοσθένην ἐπιδείξασθαι παρακαθήμενον ψήφισμα ἑαυτῷ, ἐφ ᾧ ἐπεγέγραπτο τὸ Δημοσθένους ὄνομα, καὶ ἀνακοινοῦσθαι αὐτὸν αὑτῷ, εἰ δῷ τοῖς προέδροις ἐπιψηφίσαι, καὶ εἶναι, ἐφ οἷς τὴν εἰρήνην καὶ τὴν συμμαχίαν ἔγραψε ποιεῖσθαι, ἐπὶ τοῖς αὐτοῖς ἐφ οἷσπερ καὶ Φιλοκράτης ἐγεγράφει.
(아이스키네스, 연설, περὶ τῆς Παραπρεσβείας, section 681)
ἤδη δὲ ἡμῶν κεχειροτονημένων ἐπὶ τοὺς ὁρ´κους, οὔπω δὲ ἀπηρκότων ἐπὶ τὴν ὑστέραν πρεσβείαν, ἐκκλησία γίγνεται, ἐν ᾗ Δημοσθένης ὁ νυνὶ κατηγορῶν ἐμοῦ λαγχάνει προεδρεύειν.
(아이스키네스, 연설, περὶ τῆς Παραπρεσβείας, section 823)
ἐν δὲ ταύτῃ τῇ ἐκκλησίᾳ Κριτόβουλος ὁ Λαυμψακηνὸς εἶπε παρελθών, ὅτι πέμψειε μὲν αὑτὸν Κερσοβλέπτης, ἀξιοίη δὲ ἀποδοῦναι τοὺς ὁρ´κους τοῖς Φιλίππου πρέσβεσι, καὶ συναναγραφῆναι Κερσοβλέπτην ἐν τοῖς ὑμετέροις συμμάχοις.
(아이스키네스, 연설, περὶ τῆς Παραπρεσβείας, section 831)
ὡς δ ἡ παροῦσα ἐκκλησία διελύθη, ἐξώρκιζον τοὺς συμμάχους οἱ τοῦ Φιλίππου πρέσβεις ἐν τῷ στρατηγίῳ τῷ ὑμετέρῳ.
(아이스키네스, 연설, περὶ τῆς Παραπρεσβείας, section 85 1:2)
καί μοι ἀνάγνωθι, ἐπὶ τίνος ἄρχοντος καὶ ποίου μηνὸς καὶ ἐν τίνι ἡμέρᾳ καὶ ἐν ποίᾳ ἐκκλησίᾳ ἐχειροτονήθη Δημοσθένης τὴν ἀρχὴν τὴν ἐπὶ τὸ θεωρικόν.
(아이스키네스, 연설, κατὰ Κτησιφῶντος, section 24 1:3)
τοῖς μὲν γὰρ ἀπεδέδεικτο τόπος ἡ ἐκκλησία, ἐν ᾗ χρῆν στεφανοῦσθαι, καὶ ἀπείρητο ἄλλοθι μηδαμοῦ κηρύττεσθαι:
(아이스키네스, 연설, κατὰ Κτησιφῶντος, section 432)
οὐδὲ γὰρ ἡ ἐκκλησία ἠνωχλεῖτο, ἀλλὰ τὸ θέατρον:
(아이스키네스, 연설, κατὰ Κτησιφῶντος, section 44 1:2)
ἀλλ οὐκ ἐκεῖνον τὸν ἐν τῇ ἐκκλησίᾳ ἀναρρηθέντα στέφανον οὐδεὶς καθιεροῖ, ἀλλ ἔξεστι κεκτῆσθαι, ἵνα μὴ μόνον αὐτός, ἀλλὰ καὶ οἱ ἐξ ἐκείνου, ἔχοντες ἐν τῇ οἰκία τὸ ὑπόμνημα, μηδέποτε κακοὶ τὴν ψυχὴν εἰς τὸν δῆμον γίγνωνται.
(아이스키네스, 연설, κατὰ Κτησιφῶντος, section 471)
τοῦ δόγματος τούτου ἀποδοθέντος ὑφ ἡμῶν ἐν τῇ βουλῇ καὶ πάλιν ἐν τῇ ἐκκλησία, καὶ τὰς πράξεις ἡμῶν ἀποδεξαμένου τοῦ δήμου, καὶ τῆς πόλεως ἁπάσης προαιρουμένης εὐσεβεῖν, καὶ Δημοσθένους ὑπὲρ τοῦ μεσεγγυήματος τοῦ ἐξ Ἀμφίσσης ἀντιλέγοντος, καὶ ἐμοῦ φανερῶς ἐναντίον ὑμῶν ἐξελέγχοντος, ἐπειδὴ ἐκ τοῦ φανεροῦ τὴν πόλιν ἅνθρωπος οὐκ ἐδύνατο σφῆλαι, εἰσελθὼν εἰς τὸ βουλευτήριον καὶ μεταστησάμενος τοὺς ἰδιώτας, ἐκφέρεται προβούλευμα εἰς τὴν ἐκκλησίαν, προσλαβὼν τὴν τοῦ γράψαντος ἀπειρίαν:
(아이스키네스, 연설, κατὰ Κτησιφῶντος, section 125 1:1)
τὸ δ αὐτὸ τοῦτο καὶ ἐν τῇ ἐκκλησία διεπράξατο ἐπιψηφισθῆναι καὶ γενέσθαι δήμου ψήφισμα, ἐπ ἀναστάσει τῆς ἐκκλησίας οὔσης, ἀπεληλυθότος ἐμοῦ, οὐ γὰρ ἄν ποτε ἐπέτρεψα, καὶ τῶν πολλῶν διαφειμένων:
(아이스키네스, 연설, κατὰ Κτησιφῶντος, section 1261)
ὁ δὲ ῥήτωρ ὁ φεύγων τὴν γραφὴν οὐ τοὺς νόμους μόνον παραβέβηκεν, ἀλλὰ καὶ τὸν καιρὸν τῆς ἀναρρήσεως καὶ τὸν τόπον, κελεύων οὐκ ἐν τῇ ἐκκλησίᾳ, ἀλλ ἐν τῷ θεάτρῳ τὴν ἀνάρρησιν γίγνεσθαι, οὐδ ἐκκλησιαζόντων Ἀθηναίων, ἀλλὰ μελλόντων τραγῳδῶν εἰσιέναι.
(아이스키네스, 연설, κατὰ Κτησιφῶντος?, section 2042)

SEARCH

MENU NAVIGATION