- 문장 내 검색

헬라어 문장 내 검색 Language

οὐδὲ τοῦτο πάρεργον, οὐδ εἰκῆ προσθεὶς, οὐδ ἐφόλκιον ἄλλως ἐπὶ τοῖς ἄνω, ἀλλ ἐνδεικνύμενος καὶ πρὸς ἓν σημαινόμενος ὅτι τοῦτο τὸ ἐν κόσμῳ καὶ λαμπρῶς οὐκ ἐκ τέχνης, ἀλλ ἐπιπνοίᾳ θεῶν παραγίγνεται.?
(아리스티데스, 아일리오스, 연설, Πρὸς Πλάτωνα περὶ ῥητορικῆς 22:7)
ὡς γὰρ ἐπέρασεν ἀπὸ τῆς Κύπρου, προσέχειν μὲν οὐκ εἰάσε τῇ γῇ τὸ πλοῖον, ἀγκύρας δ ἀφεῖναι κελεύσας καὶ κατὰ ναῦν ἔχειν ἀτρέμα πάντας, αὐτὸς ἐμβὰς εἰς τὸ ἐφόλκιον ἐξῆλθε μόνος καὶ πρὸς τὸν Ἀντίγονον ἀνέβαινε, μετέωρον ὄντα τῇ προσδοκίᾳ τῆς μάχης καὶ διακείμενον ὡς εἰκός ἐστι διακεῖσθαι τοὺς περὶ πραγμάτων τηλικούτων ἀγωνιῶντας.
(플루타르코스, Demetrius, chapter 17 2:2)
ὕστερον δὲ Ῥωμαίοις τοῦτο δὴ τὸ καλὸν καὶ περιβόητον ἀνιστὰς θέατρον, ὥσπερ ἐφόλκιόν τι, παρετεκτήνατο λαμπροτέραν οἰκίαν ἐκείνης, ἀνεπίφθονον δὲ καὶ ταύτην, ὥστε τὸν γενόμενον δεσπότην αὐτῆς μετὰ Πομπήϊον εἰσελθόντα θαυμάζειν καὶ πυνθάνεσθαι ποῦ Πομπήϊος Μάγνος ἐδείπνει.
(플루타르코스, Pompey, chapter 40 5:3)
καὶ πληξάμενος τὴν κεφαλὴν ἐκέλευσε τοὺς ναύτας τὸ ἐφόλκιον παραβαλεῖν, καὶ τὴν δεξιὰν ἐξέτεινε καὶ προσεκάλει τὸν Πομπήϊον, ἤδη συμφρονῶν τῷ σχήματι τὴν τύχην καὶ μεταβολὴν τοῦ ἀνδρός.?
(플루타르코스, Pompey, chapter 73 5:2)

SEARCH

MENU NAVIGATION