- 문장 내 검색

헬라어 문장 내 검색 Language

ἐκ μέντοι τῶν κλάδων ἀνίησι κάλυκα προσεχῆ τῷ κλωνί, περίεισι δ αὐτὴν ἔλυτρον, ὅπερ ἀποκρίνεται κατ αὐτὸ πρὸς τὸν καρπὸν μεταβαλεῖν ἠργμένης:?
(플라비우스 요세푸스, Antiquitates Judaicae, Book 3 218:2)
κατύπερθε δὲ πολλῷ Βαβυλῶνος ὤρυσσε ἔλυτρον λίμνῃ, ὀλίγον τι παρατείνουσα ἀπὸ τοῦ ποταμοῦ, βάθος μὲν ἐς τὸ ὕδωρ αἰεὶ ὀρύσσουσα, εὖρος δὲ τὸ περίμετρον αὐτοῦ ποιεῦσα εἴκοσί τε καὶ τετρακοσίων σταδίων:
(헤로도토스, The Histories, book 1, chapter 185 5:1)
ἐπείτε γὰρ ὤρυσσε τὸ ἔλυτρον τῇ λίμνῃ, μνημόσυνον τόδε ἄλλο ἀπὸ τοῦ αὐτοῦ ἔργου ἐλίπετο:
(헤로도토스, The Histories, book 1, chapter 186 2:4)
Ἀδμήτῳ δέ τινι ποιητῇ φαύλῳ λέγοντι γεγραφέναι μονόστιχον ἐπίγραμμα, ὅπερ ἐν ταῖς διαθήκαις κεκέλευκεν ἐπιγραφῆναι αὑτοῦ τῇ στήλῃ - - οὐ χεῖρον δὲ καὶ αὐτὸ εἰπεῖν, Γαῖα λάβ Ἀδμήτου ἔλυτρον, βῆ δ εἰς θεὸν αὐτός - γελάσας εἶπεν, Οὕτω καλόν ἐστιν, ὦ Ἄδμητε, τὸ ἐπίγραμμα, ὥστε ἐβουλόμην αὐτὸ ἤδη ἐπιγεγράφθαι.
(루키아노스, (no name) 44:1)
τὰ δὲ ἄλλα ὅσα περὶ τὸ ἱερὸν τοῦ Μαλεάτου καὶ ἔλυτρον κρήνης, ἐς ὃ τὸ ὕδωρ συλλέγεταί σφισι τὸ ἐκ τοῦ θεοῦ, Ἀντωνῖνος καὶ ταῦτα Ἐπιδαυρίοις ἐποίησεν.
(파우사니아스, Description of Greece, Κορινθιακά, chapter 27 11:3)
ᾠκοδόμηται δὲ καὶ ἔλυτρον κρήνης ἐν τῇ ἀγορᾷ, καὶ λουτρά ἐστιν αὐτοῖς τὸ ὕδωρ τὸ ἐκ τοῦ θεοῦ, ἐπεί τοι πίνειν πηγαί σφισιν ὑπὸ τὴν πόλιν εἰσὶν οὐ πολλαί:
(파우사니아스, Description of Greece, Ἀχαικά, chapter 27 6:4)
διὰ μέσου δὲ ὤρυξεν Ἡρακλῆς τοῦ Φενεατῶν πεδίου <ἔλυτρον>, ῥεῦμα εἶναι τῷ ποταμῷ τῷ Ὀλβίῳ, ὅν τινα Ἀροάνιον Ἀρκάδων καλοῦσιν ἕτεροι καὶ οὐκ Ὄλβιον:
(파우사니아스, Description of Greece, Ἀρκαδικά, chapter 14 5:1)
οὐ μὴν ταύτῃ γε ἔτι κάτεισιν ὁ ποταμός, ἀλλὰ ἐς τὸ ῥεῦμα ἀπεχώρησεν αὖθις τὸ ἀρχαῖον, καταλιπὼν ἔλυτρον τοῦ Ἡρακλέους τὸ ἔργον.
(파우사니아스, Description of Greece, Ἀρκαδικά, chapter 14 5:3)
ἔξω μόνον ἔλυτρον ὁρῶντι, ἓν ζῷον φαίνεσθαι, ἄνθρωπον.
(플라톤, Republic, book 9 471:1)
"ἡ δ ἀνθρώπου φύσις εἰς ἔθη καὶ δόγματα καὶ νόμους ἑαυτὴν ἐμβαλοῦσα, κρύπτει τὰ φαῦλα καὶ τὰ καλὰ μιμεῖται πολλάκις, ὥστ ἢ παντάπασιν ἐξαλεῖψαι καὶ διαφυγεῖν ἐγγενῆ κηλῖδα τῆς κακίας, ἢ διαλαθεῖν πολὺν χρόνον, οἱο῀ν ἔλυτρόν τι ἑαυτῇ τὴν πανουργίαν περιβαλοῦσα, διαλαθεῖν δ ἡμᾶς τοὺς ὥσπερ ὑπὸ πληγῆς ἢ δήγματος ἑκάστου τῶν ἀδικημάτων μόλις αἰσθανομένους τῆς κακίας, μᾶλλον δ ὅλως τότε γίγνεσθαι νομίζοντας ἀδίκους ὅτ ἀδικοῦσιν, ἀκολάστους ὅθ ὑβρίζουσιν καὶ ἀνάνδρους ὅτε φεύγουσιν ὥσπερ εἴ τις οἰοίτο τοῖς σκορπίοις ἐμφύεσθαι τὸ κέντρον ὅτε τύπτουσι, καὶ ταῖς ἐχίδναις τὸν ἰὸν ὅτε δάκνουσιν:?
(플루타르코스, De sera numinis vindicta, section 204)

SEARCH

MENU NAVIGATION