- 문장 내 검색

헬라어 문장 내 검색 Language

ἤδη δὲ τῆς ὡρ´ας συγκλειούσης πάντες μὲν ἀπεγίνωσκον, ὁ δὲ Φιντίας ἀνελπίστως ἐπὶ τῆς ἐσχάτης τοῦ χρόνου ῥοπῆς δρομαῖος ἦλθε, τοῦ Δάμωνος ἀπαγομένου πρὸς τὴν ἀνάγκην.?
(디오도로스 시켈로스, Library, fragmenta libri x, chapter 4 7:1)
τέλος δὲ Δημοφῶν κατασταθεὶς στρατηγός, καὶ παραχρῆμα πεντακισχιλίους ὁπλίτας καὶ πεντακοσίους ἱππεῖς καταλέξας, τῇ ὑστεραίᾳ τὴν δύναμιν ἅμ ἡμέρᾳ προήγαγεν ἐκ τῆς πόλεως, καὶ δρομαῖος ἠπείγετο, φθάσαι σπεύδων τοὺς Λακεδαιμονίους:
(디오도로스 시켈로스, Library, book xv, chapter 26 2:1)
τούτῳ δὲ τῷ στρατηγήματι ἕτερον ἐπεισάγων παραχρῆμα ἐπὶ τὰς Συρακούσσας ἀφώρμησε καὶ δρομαῖος τὴν ὁδὸν διανύσας ἀπροσδοκήτως προσέπεσε ταῖς Συρακούσσαις, καταταχήσας τοὺς ἀπὸ τῆς τροπῆς φεύγοντας.
(디오도로스 시켈로스, Library, book xvi, chapter 67 19:1)
χλανιδίων δ ἔσω κρυφθείς, ὅταν μὲν σῶμα κουφισθῇ νόσου, ἔμφρων δακρύει, ποτὲ δὲ δεμνίων ἄπο πηδᾷ δρομαῖος, πῶλος ὣς ὑπὸ ζυγοῦ.
(에우리피데스, episode 3:4)
Μαρσύας δὲ τοῦ Ἀγρίππου ὁ ἀπελεύθερος πυθόμενος τοῦ Τιβερίου τὴν τελευτὴν ὠθεῖτο δρομαῖος τὸν Ἀγρίππαν εὐαγγελιούμενος, καὶ καταλαβὼν ἐν ἐξόδοις ὄντα εἰς τὸ βαλανεῖον συννεύσας πρὸς αὐτὸν γλώσσῃ τῇ Ἑβραίων "τέθνηκεν ὁ λέων" φησίν.
(플라비우스 요세푸스, Antiquitates Judaicae, Book 18 270:1)
ὁ δὲ δρομαῖος αὖθις ἐπὶ τὴν οἰκίαν ἱέτο φέρων ἅμα καὶ τὸν ἀρτιγέννητον:
(루키아노스, Alexander, (no name) 14:5)
ὁ Ἀπόλλων τε αὖ πολυπράγμονα τήν τέχνην ἐπανελόμενος ὀλίγου δεῖν τὰ ὦτα ἐκκεκώφηται πρὸς τῶν ἐνοχλούντων κατὰ χρείαν τῆς μαντικῆς, καὶ ἄρτι μὲν αὐτῷ ἐν Δελφοῖς ἀναγκαῖον εἶναι, μετ ὀλίγον δὲ εἰς Κολοφῶνα θεῖ, κἀκεῖθεν εἰς Ξάνθον μεταβαίνει καὶ δρομαῖος αὖθις εἰς Δῆλον ἢ εἰς Βραγχίδας:
(루키아노스, Bis accusatus sive tribunalia, (no name) 1:5)
ὡς δὲ τοῦτο ἐγένετο, δρομαῖος μὲν ὁ Ζεὺς ὡρ´μησεν ἐπὶ τὴν θάλατταν φέρων αὐτὴν καὶ ἐνήχετο ἐμπεσών, ἡ δὲ πάνυ ἐκπλαγὴς τῷ πράγματι τῇ λαιᾷ μὲν εἴχετο τοῦ κέρατος, ὡς μὴ ἀπολισθάνοι, τῇ ἑτέρᾳ δὲ ἠνεμωμένον τὸν πέπλον ξυνεῖχεν.
(루키아노스, Dialogi Marini, zephyrus and notus, chapter 2 1:3)
τί, ὦ παῖ, δρομαῖος ἡμῖν ἀφῖξαι·
(루키아노스, Juppiter trageodeus, (no name) 33:2)
κἀγὼ μάλα πεφυλαγμένως, μὴ ψαύσαιμι τοῖν ποδοῖν αὐτοῦ, ἀπολογησάμενος τὰ συνήθη ταῦτα, ὡς ἀγνοήσαιμι νοσοῦντα καὶ ὡς ἐπεὶ ἔμαθον δρομαῖος ἔλθοιμι, ἐκαθεζόμην πλησίον.
(루키아노스, Philopsuedes sive incredulus, (no name) 6:8)
καὶ ἐπειδὴ ἔμαθεν, ὡς εἶχεν εὐθὺς ἐπὶ τὸ δεσμωτήριον δρομαῖος ἐλθών, τότε μὲν οὐκ εἰσεδέχθη, ἑσπέρα γὰρ ἦν, καὶ ὁ δεσμοφύλαξ πάλαι κεκλεικὼς τὴν θύραν ἐκάθευδε, φρουρεῖν τοῖς οἰκέταις παρακελευσάμενος:?
(루키아노스, Toxaris vel amicitia, (no name) 29:2)

SEARCH

MENU NAVIGATION