- 문장 내 검색

헬라어 문장 내 검색 Language

θάρσει, παρέσται μηχανὴ δραστήριος.?
(아이스킬로스, 테바이를 공격한 일곱 장수, episode 1:9)
ἐκ δὲ τοῦ μονογενοῦς παιδὸς εἰς ἄνδρας ἀφικομένου καὶ γάμον ἐπιφανῆ λαβόντος υἱὸς γίνεται Τύλλος Ὁστίλιος ἀνὴρ δραστήριος, ὃς ἀπεδείχθη βασιλεὺς ψήφῳ τε πολιτικῇ διενεχθείσῃ περὶ αὐτοῦ κατὰ νόμους καὶ τοῦ δαιμονίου δἰ οἰωνῶν αἰσίων ἐπικυρώσαντος τὰ δόξαντα τῷ δήμῳ.
(디오니시오스, Antiquitates Romanae, book 3, chapter 1 6:1)
φύσεώς τε δὴ μετειληφὼς ἀποχρώντως κατεσκευασμένης πρὸς ἡγεμονίαν οὗτος ὁ ἀνὴρ καὶ τὰς παρὰ τῆς τύχης πολλὰς καὶ μεγάλας ἐσχηκὼς ἀφορμάς, ἐπειδὴ τελευτῆσαι συνέβη Ταρκύνιον ἐπιβουλευθέντα ὑπὸ τῶν Ἄγκου Μαρκίου παίδων ἀνασώσασθαι τὴν τοῦ πατρὸς ἀρχὴν βουλομένων, ὡς ἐν τῷ πρὸ τούτου δεδήλωκα λόγῳ, δόξας ὑπὸ τῶν πραγμάτων αὐτῶν ἐπὶ τὴν βασιλείαν καλεῖσθαι, δραστήριος ἀνὴρ οὐκ ἀφῆκεν ἐκ τῶν χειρῶν τὸν καιρόν.
(디오니시오스, Antiquitates Romanae, Books IV-VI, book 4, chapter 4 1:1)
ἦν δέ τις ἐν αὐτοῖς Πόπλιος Οὐαλέριος ἑνὸς τῶν ἅμα Τατίῳ παραγενομένων εἰς Ῥώμην Σαβίνων ἀπόγονος, δραστήριος ἀνὴρ καὶ φρόνιμος.
(디오니시오스, Antiquitates Romanae, Books IV-VI, book 4, chapter 67 4:1)
ἐπικουρικὸν δὲ αὐτοῖς οὐδὲν ἔφθασε παρὰ τῶν συμμάχων ἀφικόμενον, ὅτι μὴ παρὰ Τυσκλάνων μόνον ἐν μιᾷ νυκτὶ ἀκουσάντων τε καὶ παρασκευασαμένων, οὓς ἦγε Λεύκιος Μαμίλιος, ἀνὴρ δραστήριος, ἔχων τὴν μεγίστην ἐν τῇ πόλει τότε ἀρχήν:
(디오니시오스, Antiquitates Romanae, Books X-XX, book 10, chapter 16 4:2)
ἡγεῖτο δὲ τῆς στρατιᾶς Γράγχος Κοίλιος, ἀνὴρ δραστήριος ἀρχῇ κοσμηθεὶς αὐτοκράτορι, ἣν ἐπὶ τὸ βασιλικώτερον ἐξήγαγεν.
(디오니시오스, Antiquitates Romanae, Books X-XX, book 10, chapter 22 6:2)
οἱ δὲ τότε δήμαρχοι πρῶτοι συγκαλεῖν ἐπεβάλοντο τὴν βουλὴν Ἰκιλλίου τὴν πεῖραν εἰσηγησαμένου, ὃς ἡγεῖτο μὲν τοῦ ἀρχείου, δραστήριος δέ τις ἦν ἀνὴρ καὶ ὡς Ῥωμαῖος εἰπεῖν οὐκ ἀδύνατος.
(디오니시오스, Antiquitates Romanae, Books X-XX, book 10, chapter 31 3:1)
δακρύοις ἐς τὸ θῆλυ τρεπόμενος ἐλεινὸς ἦν ἂν μᾶλλον ἢ δραστήριος.
(에우리피데스, Helen, episode, dialogue 14:2)
τοὺς μὲν ἄλλους ἔκπληξις ἔλαβε καὶ πρὸς τὸ πάθος ἀφωνία, Ιοὔδας δὲ ὁ καὶ τὸν πατέρα πείσας ἐκπέμψαι τὸ μειράκιον καὶ τἆλλα δραστήριος ὢν ἀνὴρ ὑπὲρ τῆς τἀδελφοῦ σωτηρίας ἔκρινε παραβάλλεσθαι, καί "δεινὰ μέν, εἶπεν, ὦ στρατηγέ, τετολμήκαμεν εἰς σὲ καὶ τιμωρίας ἄξια καὶ τοῦ κόλασιν ὑποσχεῖν ἅπαντας ἡμᾶς δικαίως, εἰ καὶ τὸ ἀδίκημα μὴ ἄλλου τινός, ἀλλ ἑνὸς τοῦ νεωτάτου γέγονεν.
(플라비우스 요세푸스, Antiquitates Judaicae, Book 2 175:1)
Ὁ δὲ τοῦ Σαούλου μὲν ἀρχιστράτηγος Ἀβεννῆρος Νήρου δὲ παῖς ἀνὴρ δραστήριος καὶ ἀγαθὸς τὴν φύσιν, ὡς ἔγνω πεσόντα τὸν βασιλέα καὶ τὸν Ιὠνάθην καὶ τοὺς δύο τοὺς ἄλλους αὐτοῦ παῖδας, ἐπειχθεὶς εἰς τὴν παρεμβολὴν καὶ τὸν περιλειπόμενον ἐξαρπάσας υἱὸν αὐτοῦ, Ιἔβοσθος δ ἐκαλεῖτο, διαβιβάζει πρὸς τοὺς πέραν τοῦ Ιὀρδάνου καὶ παντὸς ἀποδείκνυσι τοῦ πλήθους βασιλέα πάρεξ τῆς Ιοὔδα φυλῆς.
(플라비우스 요세푸스, Antiquitates Judaicae, Book 7 13:1)
ἦν δὲ τἆλλα δραστήριος.
(플라비우스 요세푸스, Antiquitates Judaicae, Book 9 36:1)
τὴν δ ἀρχὴν αὐτὸς παρέλαβε δραστήριός τε ὢν ἀνὴρ καὶ πολλὴν ἔχων παρὰ τῶν Σύρων εὔνοιαν καὶ τοῦ δήμου τῶν Δαμασκηνῶν, ὑφ οὗ μέχρι νῦν αὐτός τε ὁ Ἄδερ καὶ Ἀζάηλος ὁ μετ αὐτὸν ἄρξας ὡς θεοὶ τιμῶνται διὰ τὰς εὐεργεσίας καὶ τῶν ναῶν οἰκοδομίας, οἷς ἐκόσμησαν τὴν τῶν Δαμασκηνῶν πόλιν.
(플라비우스 요세푸스, Antiquitates Judaicae, Book 9 111:1)
Ὁ δὲ βασιλεὺς Ναβουχοδονόσορος ἔτη τρία καὶ τεσσαράκοντα βασιλεύσας τελευτᾷ τὸν βίον ἀνὴρ δραστήριος καὶ τῶν πρὸ αὐτοῦ βασιλέων εὐτυχέστερος γενόμενος.
(플라비우스 요세푸스, Antiquitates Judaicae, Book 10 276:1)
τῶν δὲ παίδων Ὑρκανὸς μὲν ἀσθενὴς ἦν πράγματα διοικεῖν καὶ βίον ἡσύχιον μᾶλλον ἠγαπηκώς, ὁ δὲ νεώτερος Ἀριστόβουλος δραστήριός τε ἦν καὶ θαρσαλέος.
(플라비우스 요세푸스, Antiquitates Judaicae, Book 13 505:2)
Φίλος δέ τις Ὑρκανοῦ Ἰδουμαῖος Ἀντίπατρος λεγόμενος, πολλῶν μὲν εὐπόρει χρημάτων, δραστήριος δὲ ὢν τὴν φύσιν καὶ στασιαστὴς ἀλλοτρίως εἶχεν πρὸς τὸν Ἀριστόβουλον καὶ διαφόρως διὰ τὴν πρὸς τὸν Ὑρκανὸν εὔνοιαν.?
(플라비우스 요세푸스, Antiquitates Judaicae, Book 14 12:1)

SEARCH

MENU NAVIGATION