- 문장 내 검색

헬라어 문장 내 검색 Language

ὦ μῆτερ ἥτις ἐκ τυραννικῶν δόμων δούλειον ἦμαρ εἶδες, ὡς πράσσεις κακῶς ὅσονπερ εὖ ποτ:?
(에우리피데스, Hecuba, episode 3:13)
δούλειον ὑπὸ μέλαθρον.
(에우리피데스, The Trojan Women, episode, strophe 111)
ἴτ ἐπί, τάλανα, δούλειον ἁμέραν βίου.
(에우리피데스, The Trojan Women, episode, antistrophe 115)
οὐ μὲν ἀεργίης γε ἄναξ ἕνεκ οὔ σε κομίζει, οὐδέ τί τοι δούλειον ἐπιπρέπει εἰσοράασθαι εἶδος καὶ μέγεθος:
(호메로스, 오디세이아, Book 24 21:3)
τοῖς δὲ δὴ ἐλεύθερα διώκουσιν ἤθη καὶ φεύγουσιν τὸν δούλειον ζυγὸν ὡς ὀ`ν κακόν, εὐλαβεῖσθαι συμβουλεύοιμ ἂν μή ποτε ἀπληστίᾳ ἐλευθερίας ἀκαίρου τινὸς εἰς τὸ τῶν προγόνων νόσημα ἐμπέσωσιν, ὃ διὰ τὴν ἄγαν ἀναρχίαν οἱ τότε ἔπαθον, ἀμέτρῳ ἐλευθερίας χρώμενοι ἔρωτι.
(플라톤, Epistles, Letter 8 18:1)
ποτὲ ἀνὴρ ἀγαθὸς γίγνοιτ ἄν, τὴν ἀνθρώπῳ προσήκουσαν ἀρετὴν τῆς ψυχῆς ἔχων ἔκ τινος ἐπιτηδεύματος ἤ τινος ἤθους ἢ ποιᾶς κτήσεως ἢ ἐπιθυμίας ἢ δόξης ἢ μαθημάτων ποτέ τινων, εἴτε ἄρρην τις τῶν συνοικούντων οὖσα ἡ φύσις εἴτε θήλεια, νέων ἢ γερόντων, ὅπως εἰς ταὐτὸν τοῦτο ὃ λέγομεν τεταμένη σπουδὴ πᾶσα ἔσται διὰ παντὸς τοῦ βίου, τῶν δ ἄλλων ὁπόσα ἐμπόδια τούτοις μηδὲν προτιμῶν φανεῖται μηδ ὁστισοῦν, τελευτῶν δὲ καὶ πόλεως, ἐὰν ἀνάστατον ἀνάγκη φαίνηται γίγνεσθαι πρὶν ἐθέλειν δούλειον ὑπομείνασα ζυγὸν ἄρχεσθαι ὑπὸ χειρόνων, ἢ λείπειν φυγῇ τὴν πόλιν:?
(플라톤, Laws, book 6 135:1)

SEARCH

MENU NAVIGATION