- 문장 내 검색

헬라어 문장 내 검색 Language

δίδωσι δ ἣ γενέθλιον δόσιν Φοίβῳ:?
(아이스킬로스, 에우메니데스, episode 1:4)
γόνος <δ> πλουτόχθων ἑρμαίαν δαιμόνων δόσιν τίοι.
(아이스킬로스, 에우메니데스, choral, antistrophe 13)
ἢ τοῦτο φάσκω τοὔπος, ὡς νόμος βροτοῖς, ἔσθλ ἀντιδοῦναι τοῖσι πέμπουσιν τάδε στέφη, δόσιν γε τῶν κακῶν ἐπαξίαν·
(아이스킬로스, Libation Bearers, episode6)
δόσιν κακὰν κακῶν κακοῖς.
(아이스킬로스, 페르시아인들, choral, strophe 65)
καὶ ἐς τὴν δόσιν τῶν ἐπινικίων ὁ μὲν ἐς τὴν Ἰταλίαν ἐχώρει, τήν τε γῆν αὐτοῖς διανεμήσων καὶ ἐς τὰς ἀποικίας καταλέξων ὧδε γὰρ αὐτὸς εἵλετο διὰ τὴν ἀρρωστίαν᾿, ὁ δὲ Ἀντώνιος ἐς τὰ πέραν ἔθνη, συλλέξων τὰ χρήματα, ὅσα αὐτοῖς ὑπέσχηντο.
(아피아노스, The Civil Wars, book 5, chapter 1 3:1)
τὴν δόσιν δὲ οὐκ ἔφυγον τοῦ Σατύρου, ἀλλ ἐφύλαττον λαβών:
(아리스티데스, 아일리오스, 연설, Ιἑροὶ λόγοι γ# 3:10)
μετὰ δὲ τοῦτο ἐλογιζόμην ὡς τὸ μὲν χαίρειν κοινὸν ἁπάντων καὶ ἀνδρῶν καὶ παιδαρίων καὶ γυναικῶν, ἅτε τῆς ὄψεως προξενούσης τὴν ἡδονὴν, λόγῳ δὲ ἐπικοσμῆσαι τὴν τῶν Νυμφῶν δόσιν τάχα ἄν τινος εἰή τῶν περὶ τὸν Παιᾶνα διατριψάντων καὶ τῶν ἐπιταχθέντων τῶν ἐν λόγοις.
(아리스티데스, 아일리오스, 연설, πανηγυρικὸς ἐπὶ τῷ ὕδατι ἐν Περγάμῳ12)
περὶ δὲ δόσιν χρημάτων καὶ λῆψιν μεσότης μὲν ἐλευθεριότης, ὑπερβολὴ δὲ καὶ ἔλλειψις ἀσωτία καὶ ἀνελευθερία.
(아리스토텔레스, 니코마코스 윤리학, Book 2 76:2)
ἐπαινεῖται γὰρ ὁ ἐλευθέριος οὐκ ἐν τοῖς πολεμικοῖς, οὐδ ἐν οἷς ὁ σώφρων, οὐδ αὖ ἐν ταῖς κρίσεσιν, ἀλλὰ περὶ δόσιν χρημάτων καὶ λῆψιν, μᾶλλον δ ἐν τῇ δόσει.
(아리스토텔레스, 니코마코스 윤리학, Book 4, book 43)
τῆς ἐλευθεριότητος δὴ μεσότητος οὔσης περὶ χρημάτων δόσιν καὶ λῆψιν, ὁ ἐλευθέριος καὶ δώσει καὶ δαπανήσει εἰς ἃ δεῖ καὶ ὅσα δεῖ, ὁμοίως ἐν μικροῖς καὶ μεγάλοις, καὶ ταῦτα ἡδέως:
(아리스토텔레스, 니코마코스 윤리학, Book 4 19:3)
καὶ τὴν δαπάνην γὰρ εἰς τὴν δόσιν τίθεμεν.
(아리스토텔레스, 니코마코스 윤리학, Book 4 24:2)
ἐν δ ὀλιγαρχίᾳ τῶν ἀπόρων ἐπιμέλειαν ποιεῖσθαι πολλήν, καὶ τὰς ἀρχὰς ἀφ ὧν λήμματα <ἔστι> τούτοις ἀπονέμειν, κἄν τις ὑβρίσῃ τῶν εὐπόρων εἰς τούτους, μείζω τὰ ἐπιτίμια εἶναι ἢ ἂν σφῶν αὐτῶν, καὶ τὰς κληρονομίας μὴ κατὰ δόσιν εἶναι ἀλλὰ κατὰ γένος, μηδὲ πλειόνων ἢ μιᾶς τὸν αὐτὸν κληρονομεῖν.
(아리스토텔레스, 정치학, Book 5 180:1)
λέγω δὲ ἀπαλλοτρίωσιν δόσιν καὶ πρᾶσιν.
(아리스토텔레스, 수사학, Book 1, chapter 5 7:4)
τοὺς εὐτυχοῦντας ἐπιφανῶς δεῖ ζῆν φανεράν τε τὴν δόσιν τὴν τοῦ θεοῦ ποιεῖν ὁ γὰρ θεὸς δεδωκὼς τἀγαθὰ ὧν μὲν πεποίηκεν οἰέται χάριν τινὰ ἔχειν ἑαυτῷ:
(아테나이오스, The Deipnosophists, Book 2, book 2, chapter 12 1:2)
"ἐν γάρ τοῖς ὅπλοις ἀγερθέντες σκιαμαχοῦσι καὶ πρὸς ἀλλήλους ἀκροχειρίζονται, ποτὲ δὲ καὶ μέχρι τραύματος προίασιν καὶ ἐκ τούτου ἐρεθισθέντες, ἐὰν μὴ ἐπισχῶσιν οἱ παρόντες, καὶ ἑώς ἀναιρέσεως ἔρχονται, τὸ δὲ παλαιόν, φησίν, ὅτι παρατεθέντων κωλήνων τὸ μηρίον ὁ κράτιστος ἐλάμβανεν εἰ δέ τις ἕτερος ἀντιποιήσαιτο, συνίσταντο μονομαχήσοντες μέχρι θανάτου, ἄλλοι δ ἐν θεάτρῳ λαβόντες ἀργύριον ἢ χρυσίον, οἱ δὲ οἴνου κεραμίων ἀριθμόν τινα, καὶ πιστωσάμενοι τὴν δόσιν καὶ τοῖς ἀναγκαίοις φίλοις διαδωρησάμενοι ὕπτιοι ἐκταθέντες ἐπὶ θυρεῶν κεῖνται, καὶ παραστάς τις ξίφει τὸν λαιμὸν ἀποκόπτει" Εὐφορίων δ ὁ Χαλκιδεὺς ἐν ἱστορικοῖς ὑπομνήμασιν οὕτω γράφει:?
(아테나이오스, The Deipnosophists, Book 4, book 4, chapter 402)

SEARCH

MENU NAVIGATION