- 문장 내 검색

헬라어 문장 내 검색 Language

γένοιτο δ ὡς ἄριστα σὺν θεῶν δόσει.?
(아이스킬로스, Libation Bearers, episode, anapests 2:20)
Ἀρκάδες αὐτόχθονες, μετά γε Ἀθηναίους, καὶ τοῖς δευτέροις αὖ νικῶνται τῇ τῶν καρπῶν εὑρέσει καὶ δόσει.
(아리스티데스, 아일리오스, 연설, Παναθηναϊκός 98:8)
νῦν δὲ τὰ μέγιστα τῶν ἀγαθῶν ἡμῖν γίγνεται διὰ μανίας, θείᾳ μέντοι δόσει διδομένης.
(아리스티데스, 아일리오스, 연설, Πρὸς Πλάτωνα περὶ ῥητορικῆς 12:18)
Ἡσίοδος δ αὖ φησι καὶ τοὺς βασιλέας θείᾳ μοίρᾳ καὶ δόσει γίγνεσθαι λόγων μετόχους, λέγων ὅτι ἡ Καλλιόπη καὶ βασιλεῦσιν ἅμ αἰδοίοισιν ὀπηδεῖ.
(아리스티데스, 아일리오스, 연설, Πρὸς Πλάτωνα περὶ ῥητορικῆς 97:10)
παῖς γὰρ ἂν εἰήν, εἰ ταῦτα συμβουλεύοιμι, ἡγεῖσθαι μὲν ἐκεῖνον οὐκ ἀνελεύθερον εἶναι τῇ δόσει καὶ τοῖς ἐπαγγέλμασι, σαυτῷ δὲ ἕτερα εἶναι τὰ ποιοῦντα τὴν ἔξοδον.
(아리스티데스, 아일리오스, 연설, Πρεσβευτικὸς πρὸς Ἀχιλλέα 8:13)
εἰ γὰρ καὶ μάλιστα πάντων εὖ πάσχειν ἡμεῖς δίκαιοι, οὐ μόνον ὅτι μάλιστα πάντων ἐθάδες ἐσμὲν τούτου τοῦ μέρους τὸν ἅπαντα χρόνον, ἀλλ ὅτι καὶ πρῶτοι πάντων φιλανθρωπίας καὶ μεγαλοψυχίας τὰ κράτιστα παρὰ τῶν θεῶν ἀπολελαυκότες ἡμεῖς, τῇ τε τῶν καρπῶν δόσει τῷ τ ἔρις καὶ κλῆρος τοῖς πρώτοις τῶν θεῶν γεγενῆσθαι:
(아리스티데스, 아일리오스, 연설, Πρὸς Λεπτίνην ὑπὲρ ἀτελείας 90:3)
ἐπαινεῖται γὰρ ὁ ἐλευθέριος οὐκ ἐν τοῖς πολεμικοῖς, οὐδ ἐν οἷς ὁ σώφρων, οὐδ αὖ ἐν ταῖς κρίσεσιν, ἀλλὰ περὶ δόσιν χρημάτων καὶ λῆψιν, μᾶλλον δ ἐν τῇ δόσει.
(아리스토텔레스, 니코마코스 윤리학, Book 4, book 43)
οὐκ ἄδηλον δ ὅτι τῇ μὲν δόσει ἕπεται τὸ εὖ ποιεῖν καὶ τὸ καλὰ πράττειν, τῇ δὲ λήψει τὸ εὖ πάσχειν ἢ μὴ αἰσχροπραγεῖν.
(아리스토텔레스, 니코마코스 윤리학, Book 4 8:1)
ὠφέλιμοι γὰρ, τοῦτο δ ἐν τῇ δόσει.
(아리스토텔레스, 니코마코스 윤리학, Book 4 10:3)
οἷς γὰρ δεῖ καὶ ὅσα καὶ ὅτε, καὶ τἆλλα ὅσα ἕπεται τῇ ὀρθῇ δόσει:
(아리스토텔레스, 니코마코스 윤리학, Book 4 11:1)
ἐλευθερίου δ ἐστὶ σφόδρα καὶ τὸ ὑπερβάλλειν ἐν τῇ δόσει, ὥστε καταλείπειν ἑαυτῷ ἐλάττω:
(아리스토텔레스, 니코마코스 윤리학, Book 4 14:3)
ἕπεται γὰρ τῇ ἐπιεικεῖ δόσει ἡ τοιαύτη λῆψις, ἡ δὲ μὴ τοιαύτη ἐναντία ἐστίν.
(아리스토텔레스, 니코마코스 윤리학, Book 4 20:3)
εἴρηται δὴ ἡμῖν ὅτι ὑπερβολαὶ καὶ ἐλλείψεις εἰσὶν ἡ ἀσωτία καὶ ἡ ἀνελευθερία, καὶ ἐν δυσίν, ἐν δόσει καὶ λήψει:
(아리스토텔레스, 니코마코스 윤리학, Book 4 24:1)
ἐν δυσὶ γὰρ οὖσα, τῇ τ ἐλλείψει τῆς δόσεως καὶ τῇ ὑπερβολῇ τῆς λήψεως, οὐ πᾶσιν ὁλόκληρος παραγίνεται, ἀλλ ἐνίοτε χωρίζεται, καὶ οἳ μὲν τῇ λήψει ὑπερβάλλουσιν, οἳ δὲ τῇ δόσει ἐλλείπουσιν.
(아리스토텔레스, 니코마코스 윤리학, Book 4 33:4)
οἱ μὲν γὰρ ἐν ταῖς τοιαύταις προσηγορίαις οἱο῀ν φειδωλοὶ γλίσχροι κίμβικες, πάντες τῇ δόσει ἐλλείπουσι, τῶν δ ἀλλοτρίων οὐκ ἐφίενται οὐδὲ βούλονται λαμβάνειν, οἳ μὲν διά τινα ἐπιείκειαν καὶ εὐλάβειαν τῶν αἰσχρῶν δοκοῦσι γὰρ ἔνιοι ἢ φασί γε διὰ τοῦτο φυλάττειν, ἵνα μή ποτ ἀναγκασθῶσιν αἰσχρόν τι πρᾶξαι:?
(아리스토텔레스, 니코마코스 윤리학, Book 4 34:1)

SEARCH

MENU NAVIGATION