- 문장 내 검색

헬라어 문장 내 검색 Language

οἱ δὲ περὶ τὸν Ὀρτύγην τύραννοι ἔχοντες τὴν ἐκ Χίου δύναμιν τοὺς ἐνισταμένους αὐτῶν τοῖς πράγμασι διέφθειρον καὶ τοὺς νόμους καταλύσαντες αὐτοὶ διεῖπον τὰ κατὰ τὴν πόλιν ἐντὸς τείχους οὐδένα δεχόμενοι τῶν δημοτῶν ἔξω δὲ πρὸ τῶν πυλῶν δικαστήριον κατασκευάσαντες τὰς κρίσεις ἐποιοῦντο, ἁλουργὰ μὲν ἀμπεχόμενοι περιβόλαια καὶ χιτῶνας ἐνδεδυκότες περιπορφύρους.?
(아테나이오스, The Deipnosophists, Book 6, book 6, chapter 74 1:5)
Ἰταλιώτας δὲ σύμπαντας τῶν Πυθαγορικῶν, τοσοῦτον χρόνον εὐδαιμονήσαντας καὶ μετὰ πλείστης ὁμονοίας καὶ εἰρήνης πολιτευσαμένους, ὅσον ἐκεῖνοι χρόνον τὰς πόλεις διεῖπον.
(디오, 크리소토모스, 연설 (2), ΠΑΡΑΙΤΗΣΙΣ ΑΡΧΗΣ ΕΝ ΒΟΥΛΗΙ. 11:4)
βασιλεῖς δὲ αὐτοῖς πέντε διεῖπον τὴν χώραν, Βάλας Βαλαίας Συναβάνης καὶ Συμμόβορος ὅ τε Βαλήνων βασιλεύς:
(플라비우스 요세푸스, Antiquitates Judaicae, Book 1 216:2)
πρὸ μὲν γὰρ τῆς αἰχμαλωσίας καὶ τῆς ἀναστάσεως ἐβασιλεύοντο ἀπὸ Σαούλου πρῶτον ἀρξάμενοι καὶ Δαυίδου ἐπὶ ἔτη πεντακόσια τριακονταδύο μῆνας ἓξ ἡμέρας δέκα, πρὸ δὲ τῶν βασιλέων τούτων ἄρχοντες αὐτοὺς διεῖπον οἱ προσαγορευόμενοι κριταὶ καὶ μόναρχοι, καὶ τοῦτον πολιτευόμενοι τὸν τρόπον ἔτεσιν πλέον ἢ πεντακοσίοις διήγαγον μετὰ Μωυσῆν ἀποθανόντα καὶ Ιἠσοῦν τὸν στρατηγόν.
(플라비우스 요세푸스, Antiquitates Judaicae, Book 11 139:1)
διαδρὰς δ ἧκεν εἰς τὴν πόλιν, καθ ὃν χρόνον οἱ τετρακόσιοι διεῖπον τὰ πράγματα:
(플루타르코스, Vitae decem oratorum, Ἀνδοκίδης?, section 1 8:1)

SEARCH

MENU NAVIGATION