- 문장 내 검색

헬라어 문장 내 검색 Language

μισθοφορῶν δ ἐν τῷ ξενικῷ κεναῖς χώραις, καὶ τὰ στρατιωτικὰ χρήματα κλέπτων, καὶ τοὺς μυρίους ξένους ἐκμισθώσας Ἀμφισσεῦσι, πολλὰ διαμαρτυρομένου καὶ σχετλιάζοντος ἐν ταῖς ἐκκλησίαις ἐμοῦ, προσέμειξε φέρων ἀναρπασθέντων τῶν ξένων τὸν κίνδυνον ἀπαρασκεύῳ τῇ πόλει.?
(아이스키네스, 연설, κατὰ Κτησιφῶντος, section 1462)
καὶ τότ εὐθὺς ἐμοῦ διαμαρτυρομένου καὶ βοῶντος ἐν τῇ ἐκκλησίᾳ πόλεμον εἰς τὴν Ἀττικὴν εἰσάγεις, Αἰσχίνη, πόλεμον Ἀμφικτυονικόν οἱ μὲν ἐκ παρακλήσεως συγκαθήμενοι οὐκ εἰών με λέγειν, οἱ δ ἐθαύμαζον καὶ κενὴν αἰτίαν διὰ τὴν ἰδίαν ἔχθραν ἐπάγειν μ ὑπελάμβανον αὐτῷ.
(데모스테네스, Speeches 11-20, Περὶ τοῦ Στεφάνου 214:2)
ταῦτα δέ μου λέγοντος καὶ διαμαρτυρομένου, κακά με πολλὰ εἰπόντες ὁ μὲν Θεόφημος ἠκολούθει μόλις, διατριβὰς ἐμποιῶν καὶ φάσκων βούλεσθαι καὶ αὐτός τινας παραλαβεῖν μάρτυρας ταῦτα δ ἔλεγεν τεχνάζων τοῦ χρόνον ἐγγενέσθαι, ὁ δ Εὐέργος οὑτοσὶ εὐθὺς ἐκ τῆς πόλεως μεθ ἑτέρων ὁμοίων αὑτῷ ἐλθὼν εἰς ἀγρόν, τὰ ὑπόλοιπα σκεύη, εἴ τινα τῇ προτεραίᾳ ἐν τῷ πύργῳ ἦν καὶ οὐκ ἔτυχεν ἔξω ὄντα, ἐπειδὴ δ ἐγὼ ἦλθον, διὰ τὴν χρείαν κατηνέχθη, ἐκβαλὼν τὴν θύραν ἥνπερ καὶ τῇ προτεραίᾳ ἐξέβαλον κακῶς ἐνεστηκυῖαν, ᾤχετό μου λαβὼν τὰ σκεύη:
(데모스테네스, Speeches 41-50, Κατὰ Εὐέργου καὶ Μνησιβούλου Ψευδομαρτυριῶν 81:1)
οὐ γὰρ οὕτω μοι δοκεῖ δύνασθαι ὥστ εὐκαταφρόνητος εἶναι, ὃς οὕτως ἐρρωμένος ἐστίν, ὥστε πέρυσί μοι λαχὼν τὴν δίκην ταυτηνὶ καὶ προκαλεσάμενος τῷ Λυσιθείδῃ ἐπιτρέψαι, ἐγὼ μὲν καίπερ καταπεφρονημένος ὑπ αὐτοῦ τοῦτό γε ὀρθῶς ἐβουλευσάμην κατὰ τοὺς νόμους γὰρ ἐπέτρεψα καὶ ἀπήνεγκα πρὸς τὴν ἀρχήν, οὗτος δὲ τὸν κατὰ τοὺς νόμους ἀπενηνεγμένον διαιτητὴν ἔπεισεν ἀνώμοτον διαιτῆσαι, ἐμοῦ διαμαρτυρομένου κατὰ τοὺς νόμους ὀμόσαντα διαιτᾶν, ἵνα αὐτῷ ᾖ πρὸς ὑμᾶς λέγειν ὅτι καὶ Λυσιθείδης, ἀνὴρ καλὸς κἀγαθός, ἔγνω περὶ αὐτῶν.
(데모스테네스, Speeches 51-61, Πρὸς Κάλλιππον 38:1)
Ἐφιάλτου δὲ κωλύοντος καὶ διαμαρτυρομένου μὴ βοηθεῖν μηδ ἀνιστάναι πόλιν ἀντίπαλον ἐπὶ τὰς Ἀθήνας, ἀλλ ἐᾶν κεῖσθαι καὶ πατηθῆναι τὸ φρόνημα τῆς Σπάρτης, Κίμωνά φησι Κριτίας τὴν τῆς πατρίδος αὔξησιν ἐν ὑστέρῳ θέμενον τοῦ Λακεδαιμονίων συμφέροντος ἀναπείσαντα τὸν δῆμον ἐξελθεῖν βοηθοῦντα μετὰ πολλῶν ὁπλιτῶν.
(플루타르코스, Κίμων, chapter 16 8:1)
οἱ δὲ στρατηγοὶ τήν τε τῶν ὄχλων ὁρμὴν καὶ προθυμίαν θεωροῦντες, ἅμα δὲ καὶ τοῦ Ξανθίππου διαμαρτυρομένου μὴ παριέναι τὸν καιρόν, παρήγγειλαν τῷ μὲν πλήθει διασκευάζεσθαι, τῷ δὲ Ξανθίππῳ χρῆσθαι τοῖς πράγμασιν ἐπέτρεψαν ὥς ποτ αὐτῷ δοκεῖ συμφέρειν.
(폴리비오스, Histories, book 1, chapter 33 5:1)
τῆς δ ἡγεμονίας τῷ Γαΐῳ καθηκούσης εἰς τὴν ἐπιοῦσαν ἡμέραν διὰ τὸ παρὰ μίαν ἐκ τῶν ἐθισμῶν μεταλαμβάνειν τὴν ἀρχὴν τοὺς ὑπάτους, ἀναστρατοπεδεύσας προῆγε, βουλόμενος ἐγγίσαι τοῖς πολεμίοις, πολλὰ διαμαρτυρομένου καὶ κωλύοντος τοῦ Λευκίου.?
(폴리비오스, Histories, book 3, chapter 110 4:1)

SEARCH

MENU NAVIGATION