- 문장 내 검색

헬라어 문장 내 검색 Language

Θησεὺς δὲ μετὰ Πειρίθου παραγενόμενος εἰς Αἵδου ἐξαπατᾶται, καὶ <ὃς> ὡς ξενίων μεταληψομένους πρῶτον ἐν τῷ τῆς Λήθης εἶπε καθεσθῆναι θρόνῳ, ᾧ προσφυέντες σπείραις δρακόντων κατείχοντο.?
(아폴로도로스, Library and Epitome, book E, chapter 1 41:1)
ἐγὼ μὲν τοίνυν τοὺς αἰχμαλώτους ἀνασῴζειν καὶ ζητεῖν, καὶ παρ ἐμαυτοῦ τε χρήματ ἀναλίσκειν καὶ Φίλιππον ἀξιοῦν, ὧν ἡμῖν ἐδίδου ξενίων, τούτους λύσασθαι:
(데모스테네스, Speeches 11-20, Περὶ τῆς Παραπρεσβείας 218:2)
καὶ πλεύσας ἐπί τε τὴν Ἑλλάδα καὶ Σπάρτην καὶ εἰς τὴν οἰκίαν ἀφικόμενος τὴν Μενελάου καὶ Ἑλένης καὶ ξενίων τυχών, ἀναπείσας καταλιπεῖν αὐτὴν τὸν ἄνδρα καὶ τὴν Ἑλλάδα ἧκεν ἄγων εἰς Τροίαν πολλῶν καὶ χαλεπῶν πραγμάτων καὶ συμφορῶν ἀρχήν.
(디오, 크리소토모스, 연설 (2), ΠΕΡΙ ΑΝΑΧΩΡΗΣΕΩΣ. 41:1)
ἀντὶ γὰρ χρηστῶν λόγων ξενίων κυρήσεθ, οἷ ἐμὸς κεύθει δόμος.
(에우리피데스, episode 4:22)
ὡς τῷ θεῷ κεχαρισμένον ἂν εἰή, κἂν ὑπ αἰσχύνης τινὰς ὀκνοῦντας ἅψασθαι λαβεῖν παρακαλῶσιν, ὄντας μὲν Ἰσραηλίτας ὡς κοινωνοὺς καὶ δεσπότας διὰ τὴν συγγένειαν, ἀφιγμένους δ ἀλλαχόθεν ἀνθρώπους ξενίων τυχεῖν ἀξιοῦντας ὧν ὁ θεὸς καθ ὡρ´αν αὐτοῖς παρέσχεν.
(플라비우스 요세푸스, Antiquitates Judaicae, Book 4 304:1)
Δούλου δέ τινος τῶν τὰ ποίμνια φυλασσόντων τὰ τοῦ Ναβάλου πρὸς τὴν δέσποιναν μὲν ἑαυτοῦ γυναῖκα δ ἐκείνου κατειπόντος, ὅτι πέμψας ὁ Δαυίδης αὐτῆς πρὸς τὸν ἄνδρα μηδενὸς τύχοι τῶν μετρίων, ἀλλὰ καὶ προσυβρισθείη βλασφημίαις δειναῖς πάσῃ περὶ αὐτοὺς προνοίᾳ καὶ φυλακῇ τῶν ποιμνίων χρησάμενος, γέγονε δὲ τοῦτο ἐπὶ κακῷ τῷ τοῦ δεσπότου καὶ ταῦτ ἐκείνου φήσαντος Ἀβιγαία, προσηγορεύετο γὰρ οὕτως, ἐπισάξασα τοὺς ὄνους καὶ πληρώσασα παντοίων ξενίων καὶ μηδὲν εἰποῦσα τἀνδρί, ὑπὸ γὰρ μέθης ἀναίσθητος ἦν, ἐπορεύετο πρὸς Δαυίδην:
(플라비우스 요세푸스, Antiquitates Judaicae, Book 6 384:1)
τῶν δὲ σπευσάντων ὃ προσετάγησαν ἐπιβὰς ἐδίωξε τὸν προφήτην καὶ καταλαβὼν ἀναπαυόμενον ὑπὸ δένδρῳ δασεῖ καὶ σκιὰν ἔχοντι δρυὸς εὐμεγέθους ἠσπάσατο πρῶτον, εἶτ ἐμέμφετο μὴ παρ αὐτὸν εἰσελθόντα καὶ ξενίων μεταλαβόντα.
(플라비우스 요세푸스, Antiquitates Judaicae, Book 8 301:1)
συνεβούλευέ τε ξενίων αὐτοῖς μεταδόντα καὶ τραπέζης ἀπολύειν ἀβλαβεῖς.
(플라비우스 요세푸스, Antiquitates Judaicae, Book 9 74:1)
καὶ Πτολεμαῖος μὲν ταῦτ ἀκούσας ἡσύχασεν, Ιὠνάθης δὲ εἰς Ιὄππην ἀπαντήσας Πτολεμαίῳ ξενίων τε λαμπρῶν παρ αὐτοῦ τυγχάνει καὶ τιμῆς ἁπάσης, ἔπειτα προπέμψας αὐτὸν ἑώς τοῦ Ἐλευθέρου καλουμένου ποταμοῦ πάλιν ὑπέστρεψεν εἰς Ιἑροσόλυμα.
(플라비우스 요세푸스, Antiquitates Judaicae, Book 13 128:1)
ὁ δὲ τὴν μὲν πολιορκίαν οὐκ ἔπαυσεν, τοὺς δὲ πρεσβυτέρους τοῦ λαοῦ παραλαβὼν καὶ τοὺς ἱερεῖς καὶ χρυσὸν καὶ ἄργυρον καὶ ἐσθῆτα καὶ πλῆθος ξενίων κομίζων ἧκεν πρὸς τὸν Δημήτριον, καὶ τούτοις δωρησάμενος αὐτὸν θεραπεύει τὴν ὀργὴν τοῦ βασιλέως, καὶ τιμηθεὶς ὑπ αὐτοῦ λαμβάνει βεβαίαν ἔχειν τὴν ἀρχιερωσύνην, καθὼς καὶ παρὰ τῶν πρὸ αὐτοῦ βασιλέων ἐκέκτητο.
(플라비우스 요세푸스, Antiquitates Judaicae, Book 13 151:1)
οὐ γάρ τι ξενίων ποθή:
(호메로스, 오디세이아, Book 15 64:3)
"Τηλέμαχ, εἰ γάρ κεν σὺ πολὺν χρόνον ἐνθάδε μίμνοι, τόνδε τ ἐγὼ κομιῶ, ξενίων δέ οἱ οὐ ποθὴ ἔσται.
(호메로스, 오디세이아, Book 15 69:2)
ὁ δὲ οὐ πρότερον ἔφη ἐρεῖν οὐδὲ πεύσεσθαι παρ ἡμῶν, πρὶν ξενίων τῶν παρόντων μεταδοῦναι, καὶ λαβὼν ἡμᾶς ἦγεν ἐπὶ τὴν οἰκίαν - ἐπεποίητο δὲ αὐτάρκη καὶ στιβάδας ἐνῳκοδόμητο καὶ τὰ ἄλλα ἐξήρτιστο - παραθεὶς δὲ ἡμῖν λάχανά τε καὶ ἀκρόδρυα καὶ ἰχθῦς, ἔτι δὲ καὶ οἶνον ἐγχέας, ἐπειδὴ ἱκανῶς ἐκορέσθημεν, ἐπυνθάνετο ἃ πεπόνθοιμεν:
(루키아노스, Verae Historiae, book 1 33:11)
ὁπόσοι δὲ ἐς Ἡρακλέα καὶ τὰ ἔργα αὐτοῦ πεποιήκασιν, ἔστιν οὐκ ἐλάχιστά σφισι δείγματα τοῦ λόγου Δεξαμενὸς ὁ ἐν Ὠλένῳ βασιλεὺς καὶ ὁποίων Ἡρακλῆς παρ αὐτῷ ξενίων ἔτυχε.
(파우사니아스, Description of Greece, Ἀχαικά, chapter 18 2:2)
σκόπει δὴ τὴν τῶν ξενίων σοι διάθεσιν, ὦ Σώκρατες, ᾗ διέθεμεν.
(플라톤, Hippias Major, Hippias Minor, Ion, Menexenus, Cleitophon, Timaeus, Critias, Minos, Epinomis, Τίμαιος? 63:1)

SEARCH

MENU NAVIGATION