- 문장 내 검색

헬라어 문장 내 검색 Language

Προπέμπουσιν οὖν μέρος, Λευκίῳ Βύβλῳ παραδόντες, ὁδοποιεῖν μετὰ τοῦ Ῥασκουπόλιδος.?
(아피아노스, The Civil Wars, book 4, chapter 13 3:1)
ὅσοι δ ἄλλοι τῶν ἐπιφανῶν ἐς Θάσον διέφυγον, οἱ μὲν αὐτῶν ἐξέπλευσαν, οἱ δὲ ἐπέτρεψαν ἑαυτοὺς ἅμα τῷ λοιπῷ στρατῷ τῶν ὁμοτίμων Μεσσάλᾳ τε Κορουίνῳ καὶ Λευκίῳ Βύβλῳ, ὅ τι βουλεύσοιντο περὶ σφῶν, ποιεῖν περὶ ἁπάντων.
(아피아노스, The Civil Wars, book 4, chapter 17 7:3)
καὶ μετὰ τὴν ἕψησιν σφαιρηδὸν συντεθέντα περιδεῖται βύβλῳ λεπτῇ ἕνεκα τοῦ συμμένειν.
(아테나이오스, The Deipnosophists, Book 14, book 14, chapter 583)
ἐγὼ δὲ οὐκ οἶδα τίνα ὠφέλειαν ἢ ἡδονὴν ἔχει τὸ βύβλῳ στεφανοῦσθαι μετὰ ῥόδων, πλὴν εἰ μή τι οἱ τούτοις χαίροντες στέψονται ὁμοῦ σκορόδοις καὶ ῥόδοις.
(아테나이오스, The Deipnosophists, Book 15, book 15, chapter 18 2:1)
Θεμισταγόρας δ ὁ Ἐφέσιος ἐν τῇ ἐπιγραφομένῃ Χρυσέῃ Βύβλῳ ἀπὸ τῆς πρώτης δρεψαμένης νύμφης Ἑλιχρύσης ὄνομα τὸ ἄνθος ὀνομασθῆναι.
(아테나이오스, The Deipnosophists, Book 15, book 15, chapter 27 2:7)
ἀφορμὰς δὲ ἔσχον εἰς τὸν πόλεμον τό τε πλῆθος τῶν καταλειφθέντων ὑφ Ἁρπάλου χρημάτων, περὶ ὧν τὰ κατὰ μέρος ἐν τῇ πρὸ ταύτης βύβλῳ διήλθομεν, ὁμοίως δὲ καὶ τοὺς κατὰ τὴν Ἀσίαν ἀμίσθους γενομένους ὑπὸ τῶν σατραπῶν μισθοφόρους, ὄντας μὲν ὀκτακισχιλίους, διατρίβοντας δὲ περὶ Ταίναρον τῆς Πελοποννήσου.
(디오도로스 시켈로스, Bibliotheca Historica, Books XVIII-XX, book 18, chapter 9 1:3)
Ἁρπάλου γὰρ τὸν ἐκ τῆς Ἀσίας δρασμὸν ποιησαμένου καὶ καταπλεύσαντος εἰς Κρήτην μετὰ τῶν μισθοφόρων, καθάπερ ἐν τῇ πρὸ ταύτης βύβλῳ δεδηλώκαμεν, Θίβρων, εἷς τῶν φίλων νομιζόμενος, δολοφονήσας τὸν Ἅρπαλον κύριος ἐγένετο τῶν τε χρημάτων καὶ τῶν στρατιωτῶν, ὄντων ἑπτακισχιλίων.
(디오도로스 시켈로스, Bibliotheca Historica, Books XVIII-XX, book 18, chapter 19 2:1)
ἅμα δὲ τούτοις πραττομένοις Κροτωνιᾶται πρὸς μὲν Βρεττίους διελύσαντο, πρὸς δὲ τοὺς ἐκπεπτωκότας τῶν πολιτῶν ὑπὸ τῆς δημοκρατίας διὰ τὴν πρὸς Ἡρακλείδην καὶ Σωσίστρατον κοινωνίαν, περὶ ἧς ἐν τῇ προτέρᾳ βύβλῳ τὰ κατὰ μέρος διήλθομεν, δεύτερον ἔτος ἤδη πολεμοῦντες Πάρωνα καὶ Μενέδημον, ἄνδρας ἐπιφανεῖς, στρατηγοὺς ἐχειροτόνησαν.
(디오도로스 시켈로스, Bibliotheca Historica, Books XVIII-XX, book 19, chapter 10 3:1)
ναυπηγεῖα δ ἀπέδειξε τρία μὲν κατὰ τὴν Φοινίκην, ἔν τε Τριπόλει καὶ Βύβλῳ καὶ Σιδῶνι, τέταρτον δὲ περὶ Κιλικίαν, κομιζομένης τῆς ὕλης ἐκ τοῦ Ταύρου.
(디오도로스 시켈로스, Bibliotheca Historica, Books XVIII-XX, book 19, chapter 58 4:1)
τῶν δὲ συγγραφέων Ἀθάνας ὁ Συρακόσιος τῶν περὶ Δίωνα πράξεων ἐντεῦθεν ἀρξάμενος ἔγραψε μὲν βύβλους τρισκαίδεκα, προανέλαβε δὲ τὸν ἄγραφον χρόνον ἐτῶν ἑπτὰ ἀπὸ τῆς Φιλίστου συντάξεως ἐν μιᾷ βύβλῳ, καὶ διελθὼν τὰς πράξεις ἐν κεφαλαίοις συνεχῆ τὴν ἱστορίαν ἐποίησεν.
(디오도로스 시켈로스, Library, book xv, chapter 93 14:1)
περὶ δὲ τῆς κατὰ τὴν λίμνην φύσεως καὶ τοῦ περὶ αὐτὴν παραδόξου συμπτώματος προειρηκότες ἐν τῇ πρώτῃ βύβλῳ τὸ διλογεῖν περὶ τῶν αὐτῶν παρήσομεν.
(디오도로스 시켈로스, Library, book xvi, chapter 46 7:2)
ἃ δὲ αὐτὸς ὁ φιλόσοφος ὑπὲρ ἑαυτοῦ γράφει, πᾶσαν ἀφαιρούμενος ἐπιχείρησιν τῶν χαρίζεσθαι βουλομένων αὐτῷ τὰ μὴ προσήκοντα, πρὸς πολλοῖς δ ἄλλοις ὧν οὐδὲν δέομαι μεμνῆσθαι κατὰ τὸ παρόν, ἃ τέθηκεν ἐν τῇ πρώτῃ βύβλῳ ταύτης τῆς πραγματείας, ὡς οὐ μειράκιον ἦν, ὅτε τὰς ῥητορικὰς συνετάττετο τέχνας, ἀλλ ἐν τῇ κρατίστῃ γεγονὼς ἀκμῇ καὶ προεκδεδωκὼς ἤδη τάς τε τοπικὰς συντάξεις καὶ τὰς ἀναλυτικὰς καὶ τὰς μεθοδικάς, τεκμήρἰ ἐστὶν ἰσχυρότατα.
(디오니시오스, Ad Ammaeum, chapter 6 1:1)
εἰ δέ τις οὕτως ἔσται δύσερις ὥστε καὶ πρὸς ταῦτα ἀντιλέγειν, ὅτι μὲν ὕστερον ἐγράφησαν αἱ ῥητορικαὶ τέχναι τῶν ἀναλυτικῶν τε καὶ μεθοδικῶν καὶ τοπικῶν, ὁμολογῶν ἀληθὲς εἶναι, οὐδὲν δὲ κωλύειν λέγων ἁπάσας ταύτας κατεσκευακέναι τὸν φιλόσοφον τὰς πραγματείας ἔτι παιδευόμενον παρὰ Πλάτωνι, ψυχρὰν μὲν καὶ ἀπίθανον ἐπιχείρησιν εἰσάγων, βιαζόμενος δὲ τὸ κακουργότατον τῶν ἐπιχειρημάτων ποιεῖν πιθανώτερον, ὅτι καὶ τὸ μὴ εἰκὸς γίνεταί ποτε εἰκός, ἀφεὶς ἃ πρὸς ταῦτα λέγειν εἶχον ἐπὶ τὰς αὐτοῦ τρέψομαι τοῦ φιλοσόφου μαρτυρίας, ἃς ἐν τῇ τρίτῃ βύβλῳ τῶν τεχνῶν τέθηκε περὶ τῆς μεταφορᾶς κατὰ λέξιν οὕτω γράφων:
(디오니시오스, Ad Ammaeum, chapter 81)
οὗτος δ ἐπὶ Καλλιμάχου γέγονεν ἄρχοντος, ὡς δηλοῖ Φιλόχορος ἐν ἕκτῃ βύβλῳ τῆς Ἀτθίδος κατὰ λέξιν οὕτω γράφων:
(디오니시오스, Ad Ammaeum, chapter 92)
ἀρξάμενος γὰρ ἐν τῇ δευτέρᾳ βύβλῳ τῶν τεχνῶν τοὺς τόπους ὁρίζειν, ἀφ ὧν τὰ ἐνθυμήματα φέρεται, καὶ τὸν ἐκ τοῦ χρόνου παραλαμβάνει παρατιθεὶς αὐτῷ τὰ παραδείγματα.?
(디오니시오스, Ad Ammaeum, chapter 112)

SEARCH

MENU NAVIGATION