- 문장 내 검색

헬라어 문장 내 검색 Language

Ἄρεος δὲ τοῦτον ἐκδικοῦντος καὶ συνιστάντος μονομαχίαν, βληθεὶς κεραυνὸς μέσος ἀμφοτέρων διαλύει τὴν μάχην.?
(아폴로도로스, Library and Epitome, book 2, chapter 5 11:9)
Πολυδεύκης δὲ ἐδίωξεν αὐτούς, καὶ τὸν μὲν Λυγκέα κτείνει τὸ δόρυ προέμενος, τὸν δὲ Ἴδαν διώκων, βληθεὶς ὑπ ἐκείνου πέτρᾳ κατὰ τῆς κεφαλῆς, πίπτει σκοτωθείς.
(아폴로도로스, Library and Epitome, book 3, chapter 11 2:10)
μηδ εἰς ὀρχηστρίδος εἰσᾴττειν, ἵνα μὴ πρὸς ταῦτα κεχηνὼς μήλῳ βληθεὶς ὑπὸ πορνιδίου τῆς εὐκλείας ἀποθραυσθῇς:
(아리스토파네스, Clouds, Agon, epirrheme 1:7)
ἔνθα δὴ Περδίκκας [μὲν] τοῦ δευτέρου χάρακος εἴσω παρελθεῖν βιαζόμενος αὐτὸς μὲν βληθεὶς πίπτει αὐτοῦ καὶ ἀποκομίζεται κακῶς ἔχων ἐπὶ τὸ στρατόπεδον, καὶ χαλεπῶς διεσώθη ἀπὸ τοῦ τραύματος:
(아리아노스, Anabasis, book 1, chapter 8 3:2)
καὶ Ἄδμητος μὲν πρῶτος ἐπιβὰς τοῦ τείχους καὶ τοῖς ἀμφ᾿ αὑτὸν ἐγκελευόμενος ἐπιβαίνειν βληθεὶς λόγχῃ ἀποθνήσκει αὐτοῦ:
(아리아노스, Anabasis, book 2, chapter 23 5:2)
καὶ ὁ μὲν σῦς πίπτει βληθείς, Ἀλέξανδρος δὲ τοῦ καιροῦ ὑστερήσας ἐχαλέπηνε τῷ Ἑρμολάῳ καὶ κελεύει αὐτὸν πρὸς ὀργὴν πληγὰς λαβεῖν ὁρώντων τῶν ἄλλων παίδων, καὶ τὸν ἵππον αὐτοῦ ἀφείλετο.
(아리아노스, Anabasis, book 4, chapter 13 2:3)
καὶ τὴν μὲν Νίκαιαν τῆς νίκης τῆς κατ᾿ Ἰνδῶν ἐπώνυμον ὠνόμασε, τὴν δὲ Βουκεφάλαν ἐς τοῦ ἵππου τοῦ Βουκεφάλα τὴν μνήμην, ὃς ἀπέθανεν αὐτοῦ, οὐ βληθεὶς πρὸς οὐδενός, ἀλλὰ ὑπὸ καύματος τε καὶ ἡλικίας ἧ᾿ν γὰρ ἀμφὶ τὰ τριάκοντα ἔτἠ καματηρὸς γενόμενος, πολλὰ δὲ πρόσθεν ξυγκαμών τε καὶ συγκινδυνεύσας Ἀλεξάνδρῳ, ἀναβαινόμενός τε πρὸς μόνου Ἀλεξάνδρου [ὁ Βουκεφάλας οὗτος], ὅτι τοὺς ἄλλους πάντας ἀπηξίου ἀμβάτας, καὶ μεγέθει μέγας καὶ τῷ θυμῷ γενναῖος.
(아리아노스, Anabasis, book 5, chapter 19 4:2)
αἱ γὰρ ἐμβάσεις περικεχυμένου πανταχόθεν τοῖς πόροις τοῦ ὕδατος φράττουσι τὴν τῶν ἱδρώτων ἔκκρισιν καθάπερ ἂν εἴ τις ἠθμὸς εἰς ὕδωρ βληθείς.
(아테나이오스, The Deipnosophists, book 1, chapter 44 3:1)
τῶν δὲ Μακεδόνων ἀνῃρέθησαν μὲν εἰς πεντακοσίους, τραυματίαι δ ἐγένοντο παμπληθεῖς, ἐν οἷς καὶ τῶν ἐπιφανεστάτων ἡγεμόνων Ἡφαιστίων μὲν εἰς τὸν βραχίονα ξυστῷ βληθεὶς ἐτρώθη, τῶν σωματοφυλάκων ἡγούμενος, τῶν δὲ στρατηγῶν Περδίκκας καὶ Κοῖνος, ἔτι δὲ Μενίδας καί τινες ἕτεροι τῶν ἐπιφανῶν ἡγεμόνων.
(디오도로스 시켈로스, Library, book xvii, chapter 61 3:2)
καὶ γὰρ εἰς πέλαγος ὀλίγος οἶνος βληθεὶς ἐπὶ ποσὸν ἀντιπαρεκταθήσεται, εἶτα συμφθαρήσεται.
(디오게네스 라에르티오스, Lives of Eminent Philosophers, ISTORIWN Z, Kef. a'. ZHNWN 151:1)
καὶ μέχρι πολλοῦ ἀντεῖχε τραύματα λαμβάνων παντοδαπά, ἔπειτα λόγχῃ βληθεὶς εἰς τὰ στέρνα μέχρι τῶν σπλάγχνων ἐλθούσης τῆς αἰχμῆς ἔξαιμος γενόμενος πίπτει.
(디오니시오스, Antiquitates Romanae, Books VII-IX, book 9, chapter 11 3:4)
ὁ δὲ Δαυίδης ἐκφυγὼν τὸν κίνδυνον ἧκε πρὸς τὸν προφήτην Σαμουῆλον εἰς Ἀραμαθὰ καὶ τὴν ἐπιβουλὴν αὐτῷ τὴν τοῦ βασιλέως ἐδήλωσε καὶ ὡς παρὰ μικρὸν ὑπ αὐτοῦ τῷ δόρατι βληθεὶς ἀποθάνοι, μήτ ἐν τοῖς πρὸς αὐτὸν κακὸς γενόμενος μήτ ἐν τοῖς πρὸς τοὺς πολεμίους ἀγῶσιν ἄνανδρος, ἀλλ ἐν ἅπασι μετὰ [τοῦ] θυμοῦ καὶ ἐπιτυχής.
(플라비우스 요세푸스, Antiquitates Judaicae, Book 6 281:1)
κλαίων δὲ καὶ ὀδυρόμενος μετὰ τῶν φίλων ἐπὶ τοσοῦτον παρείθη τοῖς κακοῖς, ὥστε αὐτὸν ἐπιλιπεῖν ἤδη καὶ τὰ δάκρυα, κινδυνεῦσαι δὲ καὶ βληθεὶς ὑπὸ τῶν ἑταίρων ἀλγούντων ἐπὶ ταῖς αἰχμαλωσίαις τῶν γυναικῶν καὶ τῶν τέκνων ἀποθανεῖν:
(플라비우스 요세푸스, Antiquitates Judaicae, Book 6 452:1)
τούτου δὲ ἀνακεκραγότος καὶ φήσαντος, μὴ δεῖν ἄνδρας ὁμοφύλους εἰς ἔριδα καὶ μάχην παροξύνειν, ἁμαρτεῖν δὲ καὶ τὸν ἀδελφὸν αὐτοῦ Ἀσάηλον, ὃς παραινοῦντος μὴ διώκειν οὐκ ἐπείσθη καὶ διὰ τοῦτο βληθεὶς ἀπέθανε, συμφρονήσας καὶ παράκλησιν ἡγησάμενος τούτους τοὺς λόγους ὁ Ιὤαβος ἀνακαλεῖ τῇ σάλπιγγι σημάνας τοὺς στρατιώτας καὶ τῆς ἐπὶ πολὺ διώξεως ἐπισχών.
(플라비우스 요세푸스, Antiquitates Judaicae, Book 7 21:2)
τοῦ δὲ βασιλέως ἀκούσαντος παρὰ τῶν ἀγγέλων ταῦτα καὶ δυσφοροῦντος φάσκοντος ἁμαρτεῖν αὐτοὺς τῷ τείχει προσβαλόντας, δέον ὑπονόμοις καὶ μηχανήμασιν ἑλεῖν πειρᾶσθαι τὴν πόλιν, καὶ ταῦτ ἔχοντας παράδειγμα τὸν Γεδεῶνος υἱὸν Ἀβιμέλεχον, ὃς ἐπεὶ τὸν ἐν Θήβαις πύργον ἑλεῖν ἐβούλετο βίᾳ, βληθεὶς ὑπὸ πρεσβύτιδος πέτρῳ κατέπεσε καὶ ἀνδρειότατος ὢν διὰ τὸ δυσχερὲς τῆς ἐπιβολῆς αἰσχρῶς ἀπέθανεν:?
(플라비우스 요세푸스, Antiquitates Judaicae, Book 7 174:1)

SEARCH

MENU NAVIGATION