- 문장 내 검색

헬라어 문장 내 검색 Language

τοῦ δ ἆσσον ἰόντος δεξιτερῇ σκαιῆς ὑπὲρ ὀφρύος ἤλασε χειρί, δρύψε δέ οἱ βλέφαρον, γυμνὴ δ ὑπελείπετ ὀπωπή.?
(아폴로도로스, 아르고나우티카, book 2 2:31)
καὶ γὰρ καὶ τοῖσί κοτε ἐξέβη τὸ ἄρθρον, εὖτε μέγα χανόντων ἐπὶ τὸ ἕτερον ἡ γένυς παρήχθη· ἵλλωσις τοῦ ὀφθαλμοῦ τοῦ σιναροῦ μήλου, ξὺν τῇ ὑποκοιλίδι παλμός· πάλλεται δὲ καὶ τὸ ἄνω βλέφαρον, ἄλλοτε μὲν ξὺν τῷ ὀφθαλμῷ, ἄλλοτε δὲ μοῦνον· ξυντείνεται δὲ καὶ τὰ χείλεα ἰδίῃ ἑκάτερον· ἄλλοτε δὲ ἄμφω ξυμπεσόν τα παφλάζει.
(아레타이오스, The Extant Works of Aretaeus, The Cappadocian., ΑΡΕΤΑΙΟΥ ΚΑΠΠΑΔΟΚΟΥ ΠΕΡΙ ΑΙΤΙΩΝ ΚΑΙ ΣΗΜΕΙΩΝ ΧΡΟΝΙΩΝ ΠΑΘΩΝ, Κεφ. ις. Περὶ Καχεξίης.132)
τὰ μέν γε σιναρὰ σπᾶται πάντα πατάγῳ, χεῖλος ἀμειδὲς, ἀκίνητον ἢν λαλῇ, βλέφαρον οὐκ ἐπίτροχον, ὀφθαλμὸς ἀτενὴς, ἀναίσθητος ἡ ἁφή· τὰ δὲ ὑγιέα λαλεῖ, καταμύει, αἰσθάνεται , γελᾷ.
(아레타이오스, The Extant Works of Aretaeus, The Cappadocian., ΑΡΕΤΑΙΟΥ ΚΑΠΠΑΔΟΚΟΥ ΠΕΡΙ ΑΙΤΙΩΝ ΚΑΙ ΣΗΜΕΙΩΝ ΧΡΟΝΙΩΝ ΠΑΘΩΝ, Κεφ. ις. Περὶ Καχεξίης.140)
φασὶν ἀδεισιβόαν Ἀμφιτρύωνος παῖδα μοῦνον δὴ τότε τέγξαι βλέφαρον, ταλαπενθέος πότμον οἰκτίροντα φωτός:
(바킬리데스, Οδες ῾Γρεεκ᾿, epinicians, ode 5 Τῷ Αὐτῷ Κέλητι Ολύμπια. 12:4)
οὐδ ἐγὼ ἐς σὸν βλέφαρον πελάσω.
(에우리피데스, episode, anapests 1:9)
στείχω βλέφαρον τέγγους ἁπαλόν.
(에우리피데스, episode, anapests 1:14)
εἴθε μοι ὀμμάτων αἱματόεν βλέφαρον ἀκέσαι ἀκέσαιο τυφλόν, Ἅλιε, φέγγος ἐπαλλάξας.
(에우리피데스, Hecuba, episode, lyric5)
κατεδάκρυσα καὶ βλέφαρον ὑγραίνω δάκρυσιν:
(에우리피데스, Helen, episode, lyric 1:11)
- πάντᾳ τοι βλέφαρον διώ- κω.
(에우리피데스, Ion, choral, strophe 21)
μῶν τρέσας οὐκ ἀνακαλύψω βλέφαρον, Ἀτρέως γεγώς·
(에우리피데스, Iphigenia in Aulis, episode, trochees6)
κατὰ δὲ δάκρυ, κατὰ δὲ γόος ἅμα χαρᾷ τὸ σὸν νοτίζει βλέφαρον, ὡσαύτως δ ἐμόν.
(에우리피데스, Iphigenia in Tauris, episode, lyric2)
ἀλλ, ὦ τάλαινα, βᾶσα δωμάτων ἔσω ὕπνῳ τ ἀύπνον βλέφαρον ἐκταθεῖσα δός, σίτων τ ὄρεξαι λουτρά τ ἐπιβαλοῦ χροΐ.
(에우리피데스, episode 4:11)
καὶ γὰρ μέτρ ἀνθρώποισι καὶ μέρη σταθμῶν Ἰσότης ἔταξε κἀριθμὸν διώρισε, νυκτός τ ἀφεγγὲς βλέφαρον ἡλίου τε φῶς ἴσον βαδίζει τὸν ἐνιαύσιον κύκλον, κοὐδέτερον αὐτῶν φθόνον ἔχει νικώμενον.
(에우리피데스, Phoenissae, episode, lyric 9:28)
Ὁκόσοισι δὲ ἐν πυρετοῖσι τὰ σκέλεα γίγνεται φυματώδεα, καὶ ἐγχρονιζόμενα μὴ ἐκπεπαίνεται ἔτι ἐόντων ἐν πυρετοῖσιν, ἢν καὶ προσπέσῃ πνιγμὸς ἐν φάρυγγι, ἰσχνων ἐόντων τῶν περὶ φάρυγγα, καὶ μὴ πεπαίνηται, ἀλλὰ σβεσθῇ, φιλέει τῷ τοιῷδε αἷμα ἐκ τῶν Ῥινῶν Ῥέειν‧ κἢν μὲν πουλὺ Ῥυῇ, λύσιν σημαίνει τῆς νούσου‧ ἢν δὲ μὴ, μακρήν‧ ὁκόσῳ δ ἂν ἔλασσον Ῥυῇ, τοσῷδε χεῖρον καὶ ἐπίμηκες‧ ἢν δὲ τἄλλα Ῥήϊστα γένηται, προσδέχεσθαι τῷ τοιῷδε ἐς πόδας ἀλγήματα‧ ἢν δὲ ἅψηται τοῦ ποδὸς, καὶ ἐπώδυνος γενόμενος παραμένῃ πυριφλεγὴς γενόμενος, καὶ μὴ λυθῇ, κατὰ σμικρὸν ἥξει καὶ ἐς αὐχένα ἀλγήματα καὶ ἐς κληϊ῀δα καὶ ἐς ὦμον καὶ ἐς στῆθος καὶ ἐς ἄρθρον, καὶ τοῦτο δεήσει φυματῶδες γενέσθαι‧ σβεννυμένων δὲ τουτέων, ἢν αἱ χεῖρες ἐφέλκωνται ἢ τρομεραὶ γένωνται, σπασμὸς τὸν τοιόνδε ἐπιλαμβάνει καὶ παραφροσύνη‧ ἀτὰρ καὶ φλυζάκια ἐπὶ τὴν ὀφρὺν, καὶ ἐρυθήματα ἴσχει, καὶ τὸ βλέφαρον τὸ ἕτερον παρὰ τὸ ἕτερον παραβλαστάνει, καὶ σκληρὴ φλεγμονὴ κατέχει, καὶ οἰδέει ἰσχυρῶς ὁ ὀφθαλμὸς, καὶ ἡ παραφροσύνη μέγα ἐπιδιδοῖ‧ αἱ δὲ νύκτες μᾶλλον σημαίνουσιν ἢ αἱ ἡμέραι τὰ περὶ τὴν παραφροσύνην.
(히포크라테스, Oeuvres Completes D'Hippocrate., ΠΕΡΙ ΔΙΑΙΤΗΣ ΟΞΕΩΝ ΝΟΘΑ., 10.3)
Ἢν δὲ καμπύλον γένηται, ἢ πελιὸν, ἢ ὠχρὸν βλέφαρον, ἢ χεῖλος, ἢ Ῥὶς, μετά τινος τῶν ἄλλων σημείων, εἰδέναι χρὴ ἐγγὺς ἐόντα θανάτου‧ θανατῶδες δὲ καὶ χείλεα ἀπολυόμενα, καὶ κρεμάμενα, καὶ ψυχρὰ, καὶ ἔκλευκα γιγνόμενα.?
(히포크라테스, Oeuvres Completes D'Hippocrate., PROGNWSTIKON, 2.10)

SEARCH

MENU NAVIGATION