- 문장 내 검색

헬라어 문장 내 검색 Language

βίᾳ χαλινῶν τ ἀναύδῳ μένει.?
(아이스킬로스, 아가멤논, choral, strophe 6 1:1)
αἱ δὲ κεροτυπούμεναι βίᾳ χειμῶνι τυφῶ σὺν ζάλῃ τ ὀμβροκτύπῳ ᾤχοντ ἄφαντοι ποιμένος κακοῦ στρόβῳ.
(아이스킬로스, 아가멤논, episode 5:9)
ἐκ γὰρ οἴκων πατρῴων δούλιόν <μ> ἐσᾶγον αἶσαν - δίκαια καὶ μὴ δίκαια ἀρχὰς πρέπον βίᾳ φρενῶν αἰνέσαι πικρὸν στύγος κρατούσῃ.
(아이스킬로스, Libation Bearers, choral, epode2)
τέθνηκας, φίλτατ Αἰγίσθου βία.
(아이스킬로스, Libation Bearers, episode, anapests 2:24)
χἠ μὲν τῇδ ἐπυργοῦτο στολῇ ἐν ἡνίαισί τ εἶχεν εὐάρκτον στόμα, ἡ δ ἐσφάδαζε, καὶ χεροῖν ἔντη δίφρου διασπαράσσει καὶ ξυναρπάζει βίᾳ ἄνευ χαλινῶν καὶ ζυγὸν θραύει μέσον.
(아이스킬로스, 페르시아인들, episode, iambics8)
Λυδῶν δὲ λαὸν καὶ Φρυγῶν ἐκτήσατο, Ιὠνίαν τε πᾶσαν ἤλασεν βίᾳ.
(아이스킬로스, 페르시아인들, episode, iambics6)
Κράτος Βία τε, σφῷν μὲν ἐντολὴ Διὸς ἔχει τέλος δὴ κοὐδὲν ἐμποδὼν ἔτι:
(아이스킬로스, 결박된 프로메테우스, episode 1:5)
ἐγὼ δ ἄτολμός εἰμι συγγενῆ θεὸν δῆσαι βίᾳ φάραγγι πρὸς δυσχειμέρῳ.
(아이스킬로스, 결박된 프로메테우스, episode 1:6)
χώρει κάτω, σκέλη δὲ κίρκωσον βίᾳ.
(아이스킬로스, 결박된 프로메테우스, episode 5:12)
ἐξ ὀμμάτων δ ἤστραπτε γοργωπὸν σέλας, ὡς τὴν Διὸς τυραννίδ ἐκπέρσων βίᾳ:
(아이스킬로스, 결박된 프로메테우스, episode, anapests 3:10)
ἐάν τις ἐν καιρῷ γε μαλθάσσῃ κέαρ καὶ μὴ σφριγῶντα θυμὸν ἰσχναίνῃ βίᾳ.
(아이스킬로스, 결박된 프로메테우스, episode, anapests 5:2)
ἄνδρες γὰρ ἑπτά, θούριοι λοχαγέται, ταυροσφαγοῦντες ἐς μελάνδετον σάκος καὶ θιγγάνοντες χερσὶ ταυρείου φόνου, Ἄρη τ, Ἐνυώ, καὶ φιλαίματον Φόβον ὡρκωμότησαν ἢ πόλει κατασκαφὰς θέντες λαπάξειν ἄστυ Καδμείων βίᾳ, ἢ γῆν θανόντες τήνδε φυράσειν φόνῳ:
(아이스킬로스, 테바이를 공격한 일곱 장수, episode 4:2)
ἀνὴρ δ ἐπ αὐτῷ, κεἰ στόμαργός ἐστ ἄγαν, αἴθων τέτακται λῆμα, Πολυφόντου βία, φερέγγυον φρούρημα, προστατηρίας Ἀρτέμιδος εὐνοίαισι σύν τ ἄλλοις θεοῖς.
(아이스킬로스, 테바이를 공격한 일곱 장수, choral, strophe 1 1:12)
ὄμνυσι δ αἰχμὴν ἣν ἔχει μᾶλλον θεοῦ σέβειν πεποιθὼς ὀμμάτων θ ὑπέρτερον, ἦ μὴν λαπάξειν ἄστυ Καδμείων βίᾳ Διός:
(아이스킬로스, 테바이를 공격한 일곱 장수, choral, antistrophe 2 1:3)
οὕτως δ ὁ μάντις, υἱὸν Οἰκλέους λέγω, σώφρων δίκαιος ἀγαθὸς εὐσεβὴς ἀνήρ, μέγας προφήτης, ἀνοσίοισι συμμιγεὶς θρασυστόμοισιν ἀνδράσιν βίᾳ φρενῶν, τείνουσι πομπὴν τὴν μακρὰν πάλιν μολεῖν, Διὸς θέλοντος ξυγκαθελκυσθήσεται.?
(아이스킬로스, 테바이를 공격한 일곱 장수, choral, strophe 3 2:1)

SEARCH

MENU NAVIGATION