- 문장 내 검색

헬라어 문장 내 검색 Language

βάλλεται γὰρ ὄς- σοις Διόθεν κάρανα.?
(아이스킬로스, 아가멤논, choral, antistrophe 3 1:7)
καὶ τούτους μὲν ἔσχε τὸ μὴ οὐκ αἰσχρᾷ φυγῇ ὠσθῆναι κατὰ τοῦ χώματος, αὐτὸς δὲ βάλλεται καταπέλτῃ διὰ τῆς ἀσπίδος διαμπὰξ καὶ τοῦ θώρακος ἔς τὸν ὦμον.
(아리아노스, Anabasis, book 2, chapter 27 2:1)
καὶ γίνεται προσβολὴ αὐτῶν καρτερά, καὶ βάλλεται λίθῳ αὐτὸς Ἀλέξανδρος βιαίως τήν τε κεφαλὴν καὶ τὸν αὐχένα καὶ Κρατερὸς τοξεύματι καὶ πολλοὶ ἄλλοι τῶν ἡγεμόνων:
(아리아노스, Anabasis, book 4, chapter 3 3:3)
καὶ Ἀβρέας μὲν ὁ διμοιρίτης πίπτει αὐτοῦ τοξευθεὶς ἐς τὸ πρόσωπον, Ἀλέξανδρος δὲ βάλλεται καὶ αὐτὸς διὰ τοῦ θώρακος ἐς τὸ στῆθος τοξεύματι ὑπὲρ τὸν μαστόν, ὥστε λέγει Πτολεμαῖος ὅτι καὶ πνεῦμα ὁμοῦ τῷ αἵματι ἐκ τοῦ τραύματος ἐξεπνεῖτο.
(아리아노스, Anabasis, book 6, chapter 10 1:2)
τοιοῦτοὶ τινὲς εἰσιν, ὦ ἑταῖροι, οἱ Οὐλπιάνειοι σοφισταί, οἱ καὶ τὸ μιλιάριον καλούμενον ὑπὸ Ῥωμαίων, τὸ εἰς θερμοῦ ὕδατος κατεργασίαν κατασκευαζόμενον, ἰπνολέβητα ὀνομάζοντες, πολλῶν ὀνομάτων ποιηταὶ καὶ πολλοῖς παρασάγγαις ὑπερδραμόντες τὸν Σικελιώτην Διονύσιον, ὃς τὴν μὲν παρθένον ἐκάλει μένανδρον, ὅτι μένει τὸν ἄνδρα, καὶ τὸν στῦλον μενεκράτην, ὅτι μένει καὶ κρατεῖ, βαλάντιον δὲ τὸ ἀκόντιον, ὅτι ἐναντίον βάλλεται, καὶ τὰς τῶν μυῶν διεκδύσεις μυστήρια ἐκάλει, ὅτι τοὺς μῦς τηρεῖ.
(아테나이오스, The Deipnosophists, Book 3, book 3, chapter 541)
πάσχοι ὑπὸ τοῦ ξένου ἐπιβοῶντος, ἀμηχανῶν ὁ Ἡρακλῆς ὅ τι χρήσεται τῷ πράγματι εἰς νοῦν βάλλεται προσελάσαι τῷ σπηλαίῳ τὰς ἄλλας βοῦς.
(디오니시오스, Antiquitates Romanae, book 1, chapter 39 5:1)
λογισμὸν δὲ τὸν εἰκότα περὶ τοῦ μέλλοντος λαμβάνων, ὡς ἀμήχανον εἰή πρᾶγμα σῶσαι πόλιν, ἧς τὰ πλείω ἤδη ἐκρατεῖτο, εἰς νοῦν βάλλεται τοῦ μὲν τείχους ἐρήμου παραχωρῆσαι τοῖς πολεμίοις, τὰ δὲ σώματα αὐτὰ καὶ τὰ ἱερὰ τὰ πατρῷα καὶ χρήματα ὁπόσα φέρειν δύναιτο διασώσασθαι.
(디오니시오스, Antiquitates Romanae, book 1, chapter 46 3:3)
μέσαι τ ἤδη νύκτες ἦσαν, καὶ ὁ Σίκκιος μνησικακῶν τοῖς ὑπάτοις τῆς ἐπὶ τὸν θάνατον ἀποστολῆς εἰς νοῦν βάλλεται τὴν δόξαν ἀφελέσθαι τοῦ κατορθώματος.
(디오니시오스, Antiquitates Romanae, Books X-XX, book 10, chapter 47 1:1)
δὴ κακοῖς Οὐεργίνιος ὢν ἔργον εἰς νοῦν βάλλεται πατρὶ μὲν ταλαίπωρον καὶ πικρόν, ἐλευθέρῳ δ ἀνδρὶ καὶ μεγαλόφρονι πρέπον.
(디오니시오스, Antiquitates Romanae, Books X-XX, book 11, chapter 37 6:1)
ἵνα δὲ φανερὸς γένοιτο τοῖς βαρβάροις ὁ θάνατος αὐτοῦ, δεθεὶς τὰς χεῖρας ὀπίσω κατὰ τοῦ κρημνοῦ βάλλεται πρὸς αὐτούς.
(디오니시오스, Antiquitates Romanae, Books X-XX, book 13, chapter 8 6:1)
τότε βάλλεται, τότ ἐπ ἄμβροτον χέρσον ἐραταὶ ἰών φόβαι ῥόδα τε κόμαισι μίγνυνται ἀχεῖ τ ὀμφαὶ μελέων σὺν αὐλοῖς ἀχεῖ τε Σεμέλαν ἑλικάμπυκα χοροί.
(디오니시오스, De Compositione Verborum, chapter 2224)
καὶ παραγενόμενος πρὸς ὄρει τινὶ Γελβουὲ καλουμένῳ βάλλεται στρατόπεδον ἀντικρὺ τῶν πολεμίων.
(플라비우스 요세푸스, Antiquitates Judaicae, Book 6 418:1)
Βάλλεται μὲν οὖν τῷ ναῷ θεμελίους ὁ βασιλεὺς ἐπὶ μήκιστον τῆς γῆς βάθος ὕλης λίθων ἰσχυρᾶς καὶ πρὸς χρόνον ἀντέχειν δυναμένης, οἳ τῇ τε γῇ συμφυέντες ἔμελλον ἔδαφος καὶ ἔρεισμα τῆς ἐποικοδομησομένης κατασκευῆς ἔσεσθαι καὶ διὰ τὴν κάτωθεν ἰσχὺν οἴσειν ἀπόνως μέγεθός τε τῶν ἐπικεισομένων καὶ κάλλους πολυτέλειαν, ᾗ βάρος ἔμελλεν οὐχ ἧττον εἶναι τῶν ἄλλων ὅσα πρὸς ὕψος καὶ πρὸς ὄγκον κόσμου τε χάριν καὶ μεγαλουργίας ἐπενοεῖτο.
(플라비우스 요세푸스, Antiquitates Judaicae, Book 8 82:1)
Ιοὔδας δὲ τὴν ἔφοδον τοῦ βασιλέως ἀκούσας ἀφίσταται μὲν τοῦ τὴν ἄκραν πολιορκεῖν, ἀπαντήσας δὲ τῷ βασιλεῖ βάλλεται στρατόπεδον ἐπὶ τῶν στενῶν ἔν τινι τόπῳ Βεθζαχαρίᾳ λεγομένῳ σταδίους ἀπέχοντι τῶν πολεμίων ἑβδομήκοντα.
(플라비우스 요세푸스, Antiquitates Judaicae, Book 12 435:1)
εἰς πολὺ δ αὐτὸ καὶ περίοπτον ἀναγαγὼν ὕψος στοὰς περὶ αὐτὸ βάλλεται καὶ στύλους μονολίθους θαυμαστὸν ἰδεῖν χρῆμα ἀνίστησιν, πρὸς τούτοις δὲ καὶ πυραμίδας ἑπτὰ τοῖς τε γονεῦσιν καὶ τοῖς ἀδελφοῖς ἑκάστῳ μίαν ᾠκοδόμησεν εἰς ἔκπληξιν μεγέθους τε ἕνεκα καὶ κάλλους πεποιημένας, αἳ καὶ μέχρι δεῦρο σώζονται.?
(플라비우스 요세푸스, Antiquitates Judaicae, Book 13 257:2)

SEARCH

MENU NAVIGATION