- 문장 내 검색

헬라어 문장 내 검색 Language

Τληπόλεμος οὖν κτείνας οὐχ ἑκὼν Λικύμνιον τῇ βακτηρίᾳ γὰρ αὐτοῦ θεράποντα πλήσσοντος ὑπέδραμε πρὶν ἐξελθεῖν αὐτοὺς ἐκ Πελοποννήσου, φεύγων μετ οὐκ ὀλίγων ἧκεν εἰς Ῥόδον, κἀκεῖ κατῴκει.?
(아폴로도로스, Library and Epitome, book 2, chapter 8 2:5)
ὁ δὲ λαβὼν τὴν βακτηρίαν βαδίζει εἰς τὸ δικαστήριον τὸ ὁμόχρων μὲν τῇ βακτηρίᾳ, ἔχον δὲ τὸ αὐτὸ γράμμα ὅπερ ἐν τῇ βαλάνῳ.
(아리스토텔레스, 아테네인들의 정치체제, work Ath. Pol., chapter 65 2:2)
οὐ γὰρ ἀξίως ἐκείνων ὧν ἐναυμαχήσαμεν γηροβοσκούμεσθ ὑφ ὑμῶν, ἀλλὰ δεινὰ πάσχομεν, οἵτινες γέροντας ἄνδρας ἐμβαλόντες ἐς γραφὰς ὑπὸ νεανίσκων ἐᾶτε καταγελᾶσθαι ῥητόρων, οὐδὲν ὄντας, ἀλλὰ κωφοὺς καὶ παρεξηυλημένους, οἷς Ποσειδῶν ἀσφάλειός ἐστιν ἡ βακτηρία:
(아리스토파네스, Acharnians, Parabasis, epirrhema2)
οὐδ ἔσκωψε τοὺς φαλακρούς, οὐδὲ κόρδαχ εἵλκυσεν, οὐδὲ πρεσβύτης ὁ λέγων τἄπη τῇ βακτηρίᾳ τύπτει τὸν παρόντ ἀφανίζων πονηρὰ σκώμματα, οὐδ εἰσῇξε δᾷδας ἔχους, οὐδ ἰοὺ ἰοὺ βοᾷ, ἀλλ αὑτῇ καὶ τοῖς ἔπεσιν πιστεύους ἐλήλυθεν.
(아리스토파네스, Clouds, Parabasis, parabasis12)
ἄγε νυν ὅπως ἀνδριστὶ καὶ καλῶς ἐρεῖς διερεισαμένη τὸ σχῆμα τῇ βακτηρίᾳ.
(아리스토파네스, Ecclesiazusae, Prologue 4:30)
αἱ δὲ δὴ Λακωνικαὶ ᾤχοντο μετὰ σοῦ κατὰ τί χἠ βακτηρία·
(아리스토파네스, Ecclesiazusae, Choral, iambics 1:6)
ἵνα θοἰμάτιον σώσαιμι, μεθυπεδησάμην μιμουμένη σε καὶ κτυποῦσα τοῖν ποδοῖν καὶ τοὺς λίθους παίουσα τῇ βακτηρίᾳ.
(아리스토파네스, Ecclesiazusae, Choral, iambics 1:7)
ἐγὼ δ ἀπόλωλα στιζόμενος βακτηρίᾳ.
(아리스토파네스, Wasps, Episode3)
ἀπὸ τῆς μὲν ὄψεως Ἑλληνικὸς λευκὴ χλανίς, φαιὸς χιτωνίσκος καλός, πιλίδιον ἁπαλόν, εὔρυθμος βακτηρία, βαυκὶς τρυφῶσα τί μακρὰ δεῖ λέγειν·
(아테나이오스, The Deipnosophists, Book 12, book 12, chapter 63 5:5)
"τοῦτον ταχὺν ὄντα πρὸς τὸ σιμὸν ἀνατρέχειν, ἥσυχα δὲ κατιέναι πὶ τῇ βακτηρίᾳ.
(아테나이오스, The Deipnosophists, Book 14, book 14, chapter 55)
"τί γὰρ ἀσπίδι ξύνθημα καὶ βακτηρίᾳ·
(아테나이오스, The Deipnosophists, Book 5, book 5, chapter 55 2:2)
καὶ παραλαμβάνειν γ ἅμα τῇ βακτηρίᾳ καὶ τῷ συμβόλῳ τὸ φρόνημα τὸ τῆς πόλεως νομίζειν ἕκαστον ὑμῶν δεῖ, ὅταν τὰ δημόσι εἰσίητε κρινοῦντες, εἴπερ ἄξι ἐκείνων πράττειν οἰέσθε χρῆναι.
(데모스테네스, Speeches 11-20, Περὶ τοῦ Στεφάνου 304:2)
εἰ δέ σοι τὸν τῦφον βακτηρία καὶ πήρα περιτίθησι καὶ λεπτὸς καὶ ἀφελὴς βίος, ἴσθι καὶ τούτων τῇ τύχῃ τὴν χάριν:
(디오, 크리소토모스, 연설 (2), ΠΕΡΙ ΤΥΧΗΣ ΔΕΥΤΕΡΟΣ. 34:1)
νήπιον μὲν γὰρ αὐτὸν ὑπάρχοντα τετράπουν εἶναι, αὐξήσαντα δὲ δίπουν, γηράσαντα δὲ τρίπουν, βακτηρίᾳ χρώμενον διὰ τὴν ἀσθένειαν.
(디오도로스 시켈로스, Bibliotheca Historica, book 4, chapter 64 4:2)
τούτων δὲ ἐσθὴς μὲν λευκή, στιβὰς δὲ εὐνή, καὶ λάχανον τροφή, τυρός τε καὶ ἄρτος εὐτελής, καὶ κάλαμος ἡ βακτηρία, ᾧ κεντοῦντες, φασί, τοῦ τυροῦ ἀνῃροῦντο καὶ ἀπήσθιον.
(디오게네스 라에르티오스, Lives of Eminent Philosophers, ΒΙΩΝ ΚΑΙ ΓΝΩΜΩΝ ΤΩΝ ΕΝ ΦΙΛΟΣΟΦΙΑΙ ΕΥΔΟΚΙΜΗΣΑΝΤΩΝ ΤΩΝ ΕΙΣ ΔΕΚΑ ΤΟ ΠΡΩΤΟΝ?, PROOIMION 7:6)

SEARCH

MENU NAVIGATION