- 문장 내 검색

헬라어 문장 내 검색 Language

ἀλλ ἴσως ἄν τις εἴποι, ὡς ἀποδόμενος τὴν πατρῴαν οἰκίαν ἑτέραν ἄλλοθί του τοῦ ἄστεως ἐκτήσατο, ἀντὶ δὲ τῆς ἐσχατιᾶς καὶ τοῦ χωρίου τοῦ Ἀλωπεκῆσι καὶ τῶν δημιουργῶν καὶ τῶν ἄλλων εἰς τἀργύρειά τι κατεσκευάσατο, ὥσπερ καὶ ὁ πατὴρ αὐτοῦ πρότερον.?
(아이스키네스, 연설, κατὰ Τιμάρχου, section 105 1:1)
ὀπάονας δὲ φράστοράς τ ἐγχωρίων ξύμπεμψον, ὡς ἂν τῶν πολισσούχων θεῶν βωμοὺς προνάους καὶ πολισσούχων ἕδρας εὑρ´ωμεν, ἀσφάλεια δ ᾖ δι ἄστεως στείχουσι:
(아이스킬로스, 탄원하는 여인들, episode 2:2)
ἐσῄει δὲ ἐς τὴν πόλιν σοβαρῶς, τὴν μὲν ἴλην πρὸ τοῦ ἄστεως στρατοπεδεύσας, τοὺς δ ἀμφ αὑτὸν ἔχων ὑπεζωσμένους καὶ τὴν οἰκίαν νυκτοφυλακοῦντας ἐνόπλους:
(아피아노스, The Civil Wars, book 3, chapter 7 3:2)
ἔν τε γὰρ τοῖς ἄλλοις οἷς ἔπραττον διεσφάλλοντο, καὶ τειχίσαντες ἐν τῇ χώρᾳ Λειψύδριον τὸ ὑπὲρ Πάρνηθος, εἰς ὃ συνεξῆλθόν τινες τῶν ἐκ τοῦ ἄστεως, ἐξεπολιορκήθησαν ὑπὸ τῶν τυράννων, ὅθεν ὕστερον μετὰ ταύτην τὴν συμφορὰν ᾖδον ἐν τοῖς σκολιοῖς αἰεί:
(아리스토텔레스, 아테네인들의 정치체제, work Ath. Pol., chapter 19 3:2)
μετὰ δὲ ταῦτα καταλαβόντων τῶν ἀπὸ Φυλῆς τὴν Μουνιχίαν, καὶ νικησάντων μάχῃ τοὺς μετὰ τῶν τριάκοντα βοηθήσαντας, ἐπαναχωρήσαντες μετὰ τὸν κίνδυνον οἱ ἐκ τοῦ ἄστεως, καὶ συναθροισθέντες εἰς τὴν ἀγορὰν τῇ ὑστεραίᾳ τοὺς μὲν τριάκοντα κατέλυσαν, αἱροῦνται δὲ δέκα τῶν πολιτῶν αὐτοκράτορας ἐπὶ τὴν τοῦ πολέμου κατάλυσιν.
(아리스토텔레스, 아테네인들의 정치체제, work Ath. Pol., chapter 38 1:1)
μὴ ἐξεῖναι δὲ μήτε τοῖς Ἐλευσινόθεν εἰς τὸ ἄστυ μήτε τοῖς ἐκ τοῦ ἄστεως Ἐλευσῖνάδε ἰέναι, πλὴν μυστηρίοις ἑκατέρους.
(아리스토텔레스, 아테네인들의 정치체제, work Ath. Pol., chapter 39 2:2)
οὐ γὰρ μόνον τὰς περὶ τῶν προτέρων αἰτίας ἐξήλειψαν, ἀλλὰ καὶ τὰ χρήματα Λακεδαιμονίοις, ἃ οἱ τριάκοντα πρὸς τὸν πόλεμον ἔλαβον, ἀπέδοσαν κοινῇ, κελευουσῶν τῶν συνθηκῶν ἑκατέρους ἀποδιδόναι χωρίς, τούς τ ἐκ τοῦ ἄστεως καὶ τοὺς ἐκ τοῦ Πειραιέως, ἡγούμενοι τοῦτο πρῶτον ἄρχειν δεῖν τῆς ὁμονοίας:
(아리스토텔레스, 아테네인들의 정치체제, work Ath. Pol., chapter 40 3:1)
τὸ τὸ τέλος εἶναι πλοῦτον οὕτω γὰρ καὶ διαμένειν ἀναγκαῖον μόνως τήν τε φυλακὴν καὶ τὴν τρυφήν, καὶ τὸ τῷ πλήθει μηδὲν πιστεύειν διὸ καὶ τὴν παραίρεσιν ποιοῦνται τῶν ὅπλων, καὶ τὸ κακοῦν τὸν ὄχλον καὶ τὸ ἐκ τοῦ ἄστεως ἀπελαύνειν καὶ διοικίζειν ἀμφοτέρων κοινόν, καὶ τῆς ὀλιγαρχίας καὶ τῆς τυραννίδος:
(아리스토텔레스, 정치학, Book 5 224:1)
περὶ τῶν αὐτῶν μὲν γάρ, ἀλλὰ περὶ τὴν χώραν ἐστὶ καὶ τὰ περὶ τὰ ἔξω τοῦ ἄστεως:
(아리스토텔레스, 정치학, Book 6 114:2)
ἔπειτ ἔγημα Μεγακλέους τοῦ Μεγακλέους ἀδελφιδῆν ἄγροικος ὢν ἐξ ἄστεως, σεμνὴν τρυφῶσαν ἐγκεκοισυρωμένην.
(아리스토파네스, Clouds, Prologue 2:19)
ὁρ´α δ ὅπως ὠθήσομεν τούσδε τοὺς ἐξ ἄστεως ἥκοντας, ὅσοι πρὸ τοῦ μέν, ἡνίκ ἔδει λαβεῖν ἐλθόντ ὀβολὸν μόνον, καθῆντο λαλοῦντες ἐν τοῖς στεφανώμασιν, νυνὶ δ ἐνοχλοῦς ἄγαν.
(아리스토파네스, Ecclesiazusae, Exodus, antistrophe1)
ταῦτα δ ἡμᾶς τοὺς ἀγροίκους δρῶσι, τοὺς δ ἐξ ἄστεως ἧττον, οἱ θεοῖσιν οὗτοι κἀνδράσιν ῥιψάσπιδες.
(아리스토파네스, Peace, Parabasis, antepirrheme10)
λόγων δὲ γιγνομένων καὶ τῶν μὲν τοὺς δανεισαμένους ἀποδοῦναι κελευόντων, τοὺς ἐξ ἄστεως, τῶν δὲ τοῦτο πρῶτον ὑπάρξαι τῆς ὁμονοίας σημεῖον ἀξιούντων, κοινῇ διαλῦσαι τὰ χρήματα, φασὶ τὸν δῆμον ἑλέσθαι συνεισενεγκεῖν αὐτὸν καὶ μετασχεῖν τῆς δαπάνης, ὥστε μὴ λῦσαι τῶν ὡμολογημένων μηδέν.
(데모스테네스, Speeches 11-20, Περὶ τῆς Ἀτελείας πρὸς Λεπτίνην 17:1)
ταῦτα προὐβαλόμην ἐγὼ πρὸ τῆς Ἀττικῆς, ὅσον ἦν ἀνθρωπίνῳ λογισμῷ δυνατόν, καὶ τούτοις ἐτείχισα τὴν χώραν, οὐχὶ τὸν κύκλον τοῦ Πειραιῶς οὐδὲ τοῦ ἄστεως.
(데모스테네스, Speeches 11-20, Περὶ τοῦ Στεφάνου 423:1)
τοῦ γὰρ δήμου ἡμῖν, ὦ ἄνδρες δικασταί, πέντε καὶ τριάκοντα στάδια τοῦ ἄστεως ἀπέχοντος καὶ τῶν πλείστων ἐκεῖ οἰκούντων, ἀπεληλύθεσαν οἱ πολλοί:
(데모스테네스, Speeches 51-61, Ἔφεσις πρὸς Εὐβουλίδην? 12:2)

SEARCH

MENU NAVIGATION