- 문장 내 검색

헬라어 문장 내 검색 Language

πῶς με κελεύεις κακότητ ἀσκεῖν·?
(아이스킬로스, 결박된 프로메테우스, episode, anapests3)
οὕτω καὶ δι αὑτοῦ καὶ διὰ τῶν ἐκγόνων ἀρετῆς ὡσπερεὶ πηγὰς τοῖς Ἕλλησιν ἐμηχανήσατο, καὶ τοῖς μὲν ἀσκεῖν τὰ κάλλιστα, τοῖς δὲ ἔχειν ὑφ ὧν σωθήσονται παρεσκεύασεν.
(아리스티데스, 아일리오스, 연설, Ἡρακλῆς 5:6)
οὐ γὰρ πρὸς τοὺς πολεμίους ἀσκεῖν μόνον προὔθεσθε αὐτὰ τοῖς στρατιώταις τε καὶ ἡγεμόσιν, ἀλλὰ πρὸς αὐτοὺς πρῶτον.
(아리스티데스, 아일리오스, 연설, Ῥώμης ἐγκώμιον 25:3)
ἵν ἐξῇ τοῖς νέοις ἀσκεῖν ἀδεῶς τὰ βελτίω.
(아리스티데스, 아일리오스, 연설, Συμβουλευτικὸς περὶ τοῦ μὴ δεῖν κωμῳδεῖν 7:2)
τέχνην δὲ, ὡς ἐοίκεν, ἔφασκεν οὐκ ἀσκεῖν, ἀληθῆ λέγων.
(아리스티데스, 아일리오스, 연설, Πρὸς Πλάτωνα περὶ ῥητορικῆς 20:6)
διὸ δεῖ μὴ καθάπερ ἡ Λακεδαιμονίων πόλις τὴν ἀρετὴν ἀσκεῖν.
(아리스토텔레스, 정치학, Book 7 261:1)
παιδείας ταραχώδης ἡ σκέψις καὶ δῆλον οὐδὲν πότερον ἀσκεῖν δεῖ τὰ χρήσιμα πρὸς τὸν βίον ἢ τὰ τείνοντα πρὸς ἀρετὴν ἢ τὰ περιττά πάντα γὰρ εἴληφε ταῦτα κριτάς τινας:
(아리스토텔레스, 정치학, Book 8 10:1)
οὐ γὰρ τῷ τοὺς νέους γυμνάζειν τὸν τρόπον τοῦτον διέφερον, ἀλλὰ μόνον τῷ πρὸς μὴ ἀσκοῦντας ἀσκεῖν.
(아리스토텔레스, 정치학, Book 8 40:1)
ἄνειμι δῆτ ἐντεῦθεν ἐς τὴν γλῶτταν, ἣν ὁδὶ μὲν οὔ φησι χρῆναι τοὺς νέους ἀσκεῖν, ἐγὼ δέ φημι.
(아리스토파네스, Clouds, Agon, antepirrheme17)
ἀλλ ὑμῖν αὔτ ἐξῆν ἀσκεῖν, ἀλλ οὐκ ἐπὶ τοῦτ ἐτράπεσθε.
(아리스토파네스, Frogs, Agon, Antepirrheme18)
ταῦτα γὰρ ἄνδρας χρὴ ποιητὰς ἀσκεῖν.
(아리스토파네스, Frogs, Agon, Antepirrheme21)
εἶτ οὐ ξυνίης τὴν ἐπίνοιαν τοῦ θεοῦ φράζουσαν ὦ σκαιότατέ σοι σαφέστατα ἀσκεῖν τὸν υἱὸν τὸν ἐπιχώριον τρόπον·
(아리스토파네스, Plutus, Prologue 1:26)
δῆλον ὁτιὴ καὶ τυφλῷ γνῶναι δοκεῖ τοῦθ, ὡς σφόδρ ἐστὶ συμφέρον τὸ μηδὲν ἀσκεῖν ὑγιὲς ἐν τῷ νῦν χρόνῳ.
(아리스토파네스, Plutus, Prologue 1:28)
δοκοῦσι γὰρ ἀσκεῖν ἐκ παιδαρίων εὐθὺς τὸ γέλοια λέγειν διὸ καὶ συμβέβηκεν αὐτοὺς ἀποφθέγγεσθαι πολλάκις εὐκαίρως διὰ τὴν ἐξ ἀρχῆς συνήθειαν.
(아테나이오스, The Deipnosophists, Book 6, book 6, chapter 79 2:5)
καὶ τὰ Πυθαγόρου δὲ αἰνίγματα τοιαῦτά ἐστιν, ὥς φησι Δημήτριος ὁ Βυζάντιος ἐν τετάρτῳ περὶ ποιημάτων καρδίαν μὴ ἐσθίειν ἀντὶ τοῦ ἀλυπίαν ἀσκεῖν.?
(아테나이오스, The Deipnosophists, Book 10, book 10, chapter 771)

SEARCH

MENU NAVIGATION